The Greek Library Author

Euripides

Βάκχαι

Choral 4

Title variantsΒάκχαι · Bacchae · Bacchantes

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 4

Strophe 1

Χορός

370Ὁσία πότνα θεῶν,

371Ὁσία δʼ ἃ κατὰ γᾶν

372χρυσέαν πτέρυγα φέρεις,

373τάδε Πενθέως ἀίεις;

374ἀίεις οὐχ ὁσίαν

375ὕβριν ἐς τὸν Βρόμιον, τὸν

376Σεμέλας, τὸν παρὰ καλλι-

377στεφάνοις εὐφροσύναις δαί-

378μονα πρῶτον μακάρων; ὃς τάδʼ ἔχει,

379θιασεύειν τε χοροῖς

380μετά τʼ αὐλοῦ γελάσαι

381ἀποπαῦσαί τε μερίμνας,

382ὁπόταν βότρυος ἔλθῃ

383γάνος ἐν δαιτὶ θεῶν, κισ-

384σοφόροις δʼ ἐν θαλίαις ἀν-

385δράσι κρατὴρ ὕπνον ἀμ-

385aφιβάλλῃ

Antistrophe 1

Χορός

386ἀχαλίνων στομάτων

387ἀνόμου τʼ ἀφροσύνας

388τὸ τέλος δυστυχία·

389ὁ δὲ τᾶς ἡσυχίας

390βίοτος καὶ τὸ φρονεῖν

391ἀσάλευτόν τε μένει καὶ

392συνέχει δώματα· πόρσω

393γὰρ ὅμως αἰθέρα ναίον-

394τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.

395τὸ σοφὸν δʼ οὐ σοφία

396τό τε μὴ θνητὰ φρονεῖν.

397βραχὺς αἰών· ἐπὶ τούτῳ

398δέ τις ἂν μεγάλα διώκων

399τὰ παρόντʼ οὐχὶ φέροι. μαι-

400νομένων οἵδε τρόποι καὶ

401κακοβούλων παρʼ ἔμοι-

401aγε φωτῶν.

Strophe 2

Χορός

402ἱκοίμαν ποτὶ Κύπρον,

403νᾶσον τᾶς Ἀφροδίτας,

404ἵνʼ οἱ θελξίφρονες νέμον-

405ται θνατοῖσιν Ἔρωτες,

406Πάφον θʼ ἃν ἑκατόστομοι

407βαρβάρου ποταμοῦ ῥοαὶ

408καρπίζουσιν ἄνομβροι.

409οὗ δʼ ἁ καλλιστευομένα

410Πιερία μούσειος ἕδρα,

411σεμνὰ κλιτὺς Ὀλύμπου,

412ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε,

413πρόβακχʼ εὔιε δαῖμον.

414ἐκεῖ Χάριτες,

415ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ-

416χαις θέμις ὀργιάζειν.

Antistrophe 2

Χορός

417ὁ δαίμων ὁ Διὸς παῖς

418χαίρει μὲν θαλίαισιν,

419φιλεῖ δʼ ὀλβοδότειραν Εἰ-

420ρήναν, κουροτρόφον θεάν.

421ἴσαν δʼ ἔς τε τὸν ὄλβιον

422τόν τε χείρονα δῶκʼ ἔχειν

423οἴνου τέρψιν ἄλυπον·

424μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει,

425κατὰ φάος νύκτας τε φίλας

426εὐαίωνα διαζῆν,

427σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τε

428περισσῶν παρὰ φωτῶν·

430τὸ πλῆθος ὅ τι

431τὸ φαυλότερον ἐνόμισε χρῆ-

432ταί τε, τόδʼ ἂν δεχοίμαν.