The Greek Library Author

Euripides

Βάκχαι

Choral 12

Title variantsΒάκχαι · Bacchae · Bacchantes

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 12

Lyric 1

Χορός

1153ἀναχορεύσωμεν Βάκχιον,

1154ἀναβοάσωμεν ξυμφορὰν

1155τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα·

1156ὃς τὰν θηλυγενῆ στολὰν

1157νάρθηκά τε, πιστὸν Ἅιδαν,

1158ἔλαβεν εὔθυρσον,

1159ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.

1160βάκχαι Καδμεῖαι,

1161τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε

1162ἐς στόνον, ἐς δάκρυα.

1163καλὸς ἀγών, χέρʼ αἵματι στάζουσαν

1164περιβαλεῖν τέκνου.

Χορός

1165ἀλλʼ, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην

1166Πενθέως Ἀγαύην μητέρʼ ἐν διαστρόφοις

1167ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.

Strophe 1

Ἀγαύη

1168Ἀσιάδες βάκχαι —

Χορός

1168bτί μʼ ὀροθύνεις, ὤ;

Ἀγαύη

1169φέρομεν ἐξ ὀρέων

1170ἕλικα νεότομον ἐπὶ μέλαθρα,

1171μακάριον θήραν.

Χορός

1172ὁρῶ καί σε δέξομαι σύγκωμον.

Ἀγαύη

1173ἔμαρψα τόνδʼ ἄνευ βρόχων

1174λέοντος ἀγροτέρου νέον ἶνιν·

1175ὡς ὁρᾶν πάρα.

Χορός

1176πόθεν ἐρημίας;

Ἀγαύη

1177Κιθαιρὼν

Χορός

1177bΚιθαιρών;

Ἀγαύη

1178κατεφόνευσέ νιν.

Χορός

1179τίς ἁ βαλοῦσα;

Ἀγαύη

1179bπρῶτον ἐμὸν τὸ γέρας.

1180μάκαιρʼ Ἀγαύη κλῃζόμεθʼ ἐν θιάσοις.

Χορός

1181τίς ἄλλα;

Ἀγαύη

1181bτὰ Κάδμου

Χορός

1182τί Κάδμου;

Ἀγαύη

1182bγένεθλα

1182aμετʼ ἐμὲ μετʼ ἐμὲ τοῦδʼ

1183ἔθιγε θηρός· εὐτυχής γʼ ἅδʼ ἄγρα.

Χορός

Antistrophe 1

Ἀγαύη

1184μέτεχέ νυν θοίνας.

Χορός

1184bτί; μετέχω, τλᾶμον;

Ἀγαύη

1185νέος ὁ μόσχος ἄρ-

1186τι γένυν ὑπὸ κόρυθʼ ἁπαλότριχα

1187κατάκομον θάλλει.

Χορός

1188πρέπει γʼ ὥστε θὴρ ἄγραυλος φόβῃ.

Ἀγαύη

1189ὁ Βάκχιος κυναγέτας

1190σοφὸς σοφῶς ἀνέπηλʼ ἐπὶ θῆρα

1191τόνδε μαινάδας.

Χορός

1192ὁ γὰρ ἄναξ ἀγρεύς.

Ἀγαύη

1193ἐπαινεῖς;

Χορός

1193bἐπαινῶ.

Ἀγαύη

1194τάχα δὲ Καδμεῖοι

Χορός

1195καὶ παῖς γε Πενθεὺς

Ἀγαύη

1195bματέρʼ ἐπαινέσεται,

1196λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ.

Χορός

1197περισσάν.

Ἀγαύη

1197bπερισσῶς.

Χορός

1198ἀγάλλῃ;

Ἀγαύη

1198bγέγηθα,

1198aμεγάλα μεγάλα καὶ

1199φανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα.