Βάκχαι
Episode 11
Title variantsΒάκχαι · Bacchae · Bacchantes
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 11
Ἄγγελος Β
1024ὦ δῶμʼ ὃ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα,
1025Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς
1026δράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος,
1027ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμως
1028χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν.
Χορός
1029τί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;
Ἄγγελος Β
1030Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.
Lyric 1
Χορός
1031ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
Ἄγγελος Β
1032πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖς
1033χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Lyric 2
Χορός
1034εὐάζω ξένα μέλεσι βαρβάροις·
1035οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.
Ἄγγελος Β
1036Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις
Lyric 3
Χορός
1037ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι
1038κράτος ἔχουσʼ ἐμόν.
Ἄγγελος Β
1039συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοις
1040κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.
Lyric 4
Χορός
1041ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει
1042ἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ;
Ἄγγελος Β
1043ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
1044λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
1045λέπας Κιθαιρώνειον εἰσεβάλλομεν
1046Πενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην—
1047ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
1048πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
1049τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
1050σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.
1051ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
1052πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
1053καθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
1054αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
1055κισσῷ κομήτην αὖθις ἐξανέστεφον,
1056αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά,
1057βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
1058Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
1059ἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν,
1060οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων·
1061ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,
1062ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
1063τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ·
1064λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
1065κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον·
1066κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸς
1067τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·
1068ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγων
1069ἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν.
1070Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,
1071ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνω
1072ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
1073ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο,
1074ἔχουσα νώτοις δεσπότην ἐφήμενον·
1075ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας.
1076ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
1077καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν,
1078ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
1079Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,
1080ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργια
1081γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
1082καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸν
1083καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
1084σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπη
1085φύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν.
1086αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
1087ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
1088ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισαν
1089σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
1090ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονες
1091ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,
1092μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροι
1093πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης
1094ἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
1095ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,
1096πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
1097ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
1098ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.
1099ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέρος
1100Πενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον.
1101κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
1102καθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
1103τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
1104ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
1105ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον,
1106ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ
1107πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
1108θῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦ
1109χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
1110προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός·
1111ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
1112πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
1113Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
1114πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
1115καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο
1116ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
1117τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος
1118ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
1119Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
1120οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς
1121ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.
1122ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
1123κόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν,
1124ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν.
1125λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα,
1126πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
1127ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
1128ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·
1129Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο,
1130ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶς
1131ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,
1132ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,
1133αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην,
1134ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ
1135πλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένη
1136χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
1137κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
1138πέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,
1139οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον,
1140ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,
1141πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρου
1142φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
1143λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.
1144χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη
1145τειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιον
1146τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
1147τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.
1148ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷ
1149ἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
1150τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν
1151κάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατον
1152θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.