The Greek Library Author

Euripides

Βάκχαι

Episode 9

Title variantsΒάκχαι · Bacchae · Bacchantes

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 9

Διόνυσος

912σὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶν

913σπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω,

914ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,

915σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,

916μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·

917πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.

Πενθεύς

918καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,

919δισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον·

920καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς

921καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.

922ἀλλʼ ἦ ποτʼ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.

Διόνυσος

923ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,

924ἔνσπονδος ἡμῖν· νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.

Πενθεύς

925τί φαίνομαι δῆτʼ; οὐχὶ τὴν Ἰνοῦς στάσιν

926ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς;

Διόνυσος

927αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν.

928ἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε,

929οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.

Πενθεύς

930ἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼ

931καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.

Διόνυσος

932ἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,

933πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα.

Πενθεύς

934ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.

Διόνυσος

935ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων

936στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.

Πενθεύς

937κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·

938τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος.

Διόνυσος

939ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,

940ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.

Πενθεύς

941πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ

942ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;

Διόνυσος

943ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ

944αἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν.

Πενθεύς

945ἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς

946αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;

Διόνυσος

947δύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας

948οὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ.

Πενθεύς

949μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω

950κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;

Διόνυσος

951μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα

952καὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα.

Πενθεύς

953καλῶς ἔλεξας· οὐ σθένει νικητέον

954γυναῖκας· ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας.

Διόνυσος

955κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,

956ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.

Πενθεύς

957καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς

958λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.

Διόνυσος

959οὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ·

960λήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.

Πενθεύς

961κόμιζε διὰ μέσης με Θηβαίας χθονός·

962μόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε.

Διόνυσος

963μόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος·

964τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.

965ἕπου δέ· πομπὸς δʼ εἶμʼ ἐγὼ σωτήριος,

966κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος.

Πενθεύς

966bἡ τεκοῦσά γε.

Διόνυσος

967ἐπίσημον ὄντα πᾶσιν.

Πενθεύς

967bἐπὶ τόδʼ ἔρχομαι.

Διόνυσος

968φερόμενος ἥξεις

Πενθεύς

968bἁβρότητʼ ἐμὴν λέγεις.

Διόνυσος

969ἐν χερσὶ μητρός.

Πενθεύς

969bκαὶ τρυφᾶν μʼ ἀναγκάσεις.

Διόνυσος

970τρυφάς γε τοιάσδε.

Πενθεύς

970bἀξίων μὲν ἅπτομαι.

Διόνυσος

971δεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη,

972ὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.

973ἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροι

974Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω

975τόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼ

976καὶ Βρόμιος ἔσται. τἄλλα δʼ αὐτὸ σημανεῖ.