Βάκχαι
Choral 6
Title variantsΒάκχαι · Bacchae · Bacchantes
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 6
Strophe 1
Χορός
519aἈχελῴου θύγατερ,
520πότνιʼ εὐπάρθενε Δίρκα,
521σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
522τὸ Διὸς βρέφος ἔλαβες,
523ὅτε μηρῷ πυρὸς ἐξ ἀ-
524θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-
525πασέ νιν, τάδʼ ἀναβοάσας·
526Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ-
527σενα τάνδε βᾶθι νηδύν·
528ἀναφαίνω σε τόδʼ, ὦ Βάκ-
529χιε, Θήβαις ὀνομάζειν.
530σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα,
531στεφανηφόρους ἀπωθῇ
532θιάσους ἔχουσαν ἐν σοί.
533τί μʼ ἀναίνῃ; τί με φεύγεις;
534ἔτι ναὶ τὰν βοτρυώδη
535Διονύσου χάριν οἴνας,
536ἔτι σοι τοῦ Βρομίου μελήσει.
Antistrophe 1
Χορός
537οἵαν οἵαν ὀργὰν
538ἀναφαίνει χθόνιον
539γένος ἐκφύς τε δράκοντός
540ποτε Πενθεύς, ὃν Ἐχίων
541ἐφύτευσε χθόνιος,
542ἀγριωπὸν τέρας, οὐ φῶ-
543τα βρότειον, φόνιον δʼ ὥσ-
544τε γίγαντʼ ἀντίπαλον θεοῖς·
545ὃς ἔμʼ ἐν βρόχοισι τὰν τοῦ
546Βρομίου τάχα ξυνάψει,
547τὸν ἐμὸν δʼ ἐντὸς ἔχει δώ-
548ματος ἤδη θιασώταν
549σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.
550ἐσορᾷς τάδʼ, ὦ Διὸς παῖ
551Διόνυσε, σοὺς προφήτας
552ἐν ἁμίλλαισιν ἀνάγκας;
553μόλε, χρυσῶπα τινάσσων,
554ἄνα, θύρσον κατʼ Ὄλυμπον,
555φονίου δʼ ἀνδρὸς ὕβριν κατάσχες.
Epode 3
Χορός
556πόθι Νύσας ἄρα τᾶς θη-
557ροτρόφου θυρσοφορεῖς
558θιάσους, ὦ Διόνυσʼ, ἢ
559κορυφαῖς Κωρυκίαις;
560τάχα δʼ ἐν ταῖς πολυδένδρεσ-
561σιν Ὀλύμπου θαλάμαις, ἔν-
562θα ποτʼ Ὀρφεὺς κιθαρίζων
563σύναγεν δένδρεα μούσαις,
564σύναγεν θῆρας ἀγρώτας.
565μάκαρ ὦ Πιερία,
566σέβεταί σʼ Εὔιος, ἥξει
567τε χορεύσων ἅμα βακχεύ-
568μασι, τόν τʼ ὠκυρόαν
569διαβὰς Ἀξιὸν εἱλισ-
570σομένας Μαινάδας ἄξει,
571Λυδίαν πατέρα τε, τὸν
572τᾶς εὐδαιμονίας βροτοῖς
573ὀλβοδόταν, τὸν ἔκλυον
574εὔιππον χώραν ὕδασιν
575καλλίστοισι λιπαίνειν.