Βάκχαι
Choral 2
Title variantsΒάκχαι · Bacchae · Bacchantes
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 2
Lyric 1
Χορός
64Ἀσίας ἀπὸ γᾶς
65ἱερὸν Τμῶλον ἀμείψασα θοάζω
66Βρομίῳ πόνον ἡδὺν
66aκάματόν τʼ εὐκάματον, Βάκ-
67χιον εὐαζομένα.
68τίς ὁδῷ τίς ὁδῷ; τίς;
69μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφη-
70μον ἅπας ἐξοσιούσθω·
71τὰ νομισθέντα γὰρ αἰεὶ
72Διόνυσον ὑμνήσω.
Strophe 1
Χορός
73ὦ
73aμάκαρ, ὅστις εὐδαίμων
74τελετὰς θεῶν εἰδὼς
74aβιοτὰν ἁγιστεύει καὶ
75θιασεύεται ψυχὰν
76ἐν ὄρεσσι βακχεύων
77ὁσίοις καθαρμοῖσιν,
78τά τε ματρὸς μεγάλας ὄρ-
79για Κυβέλας θεμιτεύων,
80ἀνὰ θύρσον τε τινάσσων,
81κισσῷ τε στεφανωθεὶς
82Διόνυσον θεραπεύει.
83ἴτε βάκχαι, ἴτε βάκχαι,
84Βρόμιον παῖδα θεὸν θεοῦ
85Διόνυσον κατάγουσαι
86Φρυγίων ἐξ ὀρέων Ἑλ-
87λάδος εἰς εὐρυχόρους ἀ-
87aγυιάς, τὸν Βρόμιον·
Antistrophe 1
Χορός
88ὅν
88aποτʼ ἔχουσʼ ἐν ὠδίνων
89λοχίαις ἀνάγκαισι
90πταμένας Διὸς βροντᾶς νη-
91δύος ἔκβολον μάτηρ
92ἔτεκεν, λιποῦσʼ αἰῶ-
93να κεραυνίῳ πληγᾷ·
94λοχίοις δʼ αὐτίκα νιν δέ-
95ξατο θαλάμαις Κρονίδας Ζεύς,
96κατὰ μηρῷ δὲ καλύψας
97χρυσέαισιν συνερείδει
98περόναις κρυπτὸν ἀφʼ Ἥρας.
99ἔτεκεν δʼ, ἁνίκα Μοῖραι
100τέλεσαν, ταυρόκερων θεὸν
101στεφάνωσέν τε δρακόντων
102στεφάνοις, ἔνθεν ἄγραν θη-
103ροτρόφον μαινάδες ἀμφι-
104βάλλονται πλοκάμοις.
Strophe 2
Χορός
105ὦ Σεμέλας τροφοὶ Θῆ-
106βαι, στεφανοῦσθε κισσῷ·
107βρύετε βρύετε χλοήρει
108μίλακι καλλικάρπῳ
109καὶ καταβακχιοῦσθε δρυὸς
110ἢ ἐλάτας κλάδοισι,
111στικτῶν τʼ ἐνδυτὰ νεβρίδων
112στέφετε λευκοτρίχων πλοκάμων
113μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς
114ὁσιοῦσθʼ· αὐτίκα γᾶ πᾶσα χορεύσει—
115Βρόμιος ὅστις ἄγῃ θιάσουσ—
116εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει
117θηλυγενὴς ὄχλος
118ἀφʼ ἱστῶν παρὰ κερκίδων τʼ
119οἰστρηθεὶς Διονύσῳ.
Antistrophe 2
Χορός
120ὦ θαλάμευμα Κουρ-
121ήτων ζάθεοί τε Κρήτας
122Διογενέτορες ἔναυλοι,
123ἔνθα τρικόρυθες ἄντροις
124βυρσότονον κύκλωμα τόδε
125μοι Κορύβαντες ηὗρον·
126βακχείᾳ δʼ ἀνὰ συντόνῳ
127κέρασαν ἁδυβόᾳ Φρυγίων
128αὐλῶν πνεύματι ματρός τε Ῥέας ἐς
129χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν·
130παρὰ δὲ μαινόμενοι Σάτυροι
131ματέρος ἐξανύσαντο θεᾶς,
132ἐς δὲ χορεύματα
133συνῆψαν τριετηρίδων,
134αἷς χαίρει Διόνυσος.
Epode 6
Χορός
135ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί-
136ων πέσῃ πεδόσε, νε-
138βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων
139αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε-
140νος ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος,
141εὐοἷ.
142ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν
143νέκταρι.
144Συρίας δʼ ὡς λιβάνου κα-
145πνὸν ὁ Βακχεὺς ἀνέχων
145aπυρσώδη φλόγα πεύκας
146ἐκ νάρθηκος ἀίσσει
147δρόμῳ καὶ χοροῖσιν
148πλανάτας ἐρεθίζων
149ἰαχαῖς τʼ ἀναπάλλων,
150τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων.
151ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει·
152Ὦ ἴτε βάκχαι,
153ὦ ἴτε βάκχαι,
154Τμώλου χρυσορόου χλιδᾷ
155μέλπετε τὸν Διόνυσον
157βαρυβρόμων ὑπὸ τυμπάνων,
158εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν
159ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,
160λωτὸς ὅταν εὐκέλαδος
164ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα
165φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ-
166να δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέρι
169φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.