Βάκχαι
Choral 10
Title variantsΒάκχαι · Bacchae · Bacchantes
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 10
Strophe 1
Χορός
977ἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος,
978θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι,
979ἀνοιστρήσατέ νιν
980ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ
981λυσσώδη κατάσκοπον μαινάδων.
982μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας
983ἢ σκόλοπος ὄψεται
984δοκεύοντα, μαινάσιν δʼ ἀπύσει·
985Τίς ὅδʼ ὀρειδρόμων
986μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼ
987ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν;
988οὐ γὰρ ἐξ αἵματος
989γυναικῶν ἔφυ, λεαίνας δέ τινος
990ὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος.
992ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
993φονεύουσα λαιμῶν διαμπὰξ
995τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
996γόνον γηγενῆ.
Antistrophe 1
Χορός
997ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷ
998περὶ σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶς
999μανείσᾳ πραπίδι
1000παρακόπῳ τε λήματι στέλλεται,
1001τἀνίκατον ὡς κρατήσων βίᾳ,
1002γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι-
1003στος ἐς τὰ θεῶν ἔφυ·
1004βροτείως τʼ ἔχειν ἄλυπος βίος.
1005τὸ σοφὸν οὐ φθονῶ·
1006χαίρω θηρεύουσα· τὰ δʼ ἕτερα μεγάλα
1007φανερά τʼ· ὤ, νάειν ἐπὶ τὰ καλὰ βίον,
1008ἦμαρ ἐς νύκτα τʼ εὐ-
1009αγοῦντʼ εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμα
1010δίκας ἐκβαλόντα τιμᾶν θεούς.
1013ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
1014φονεύουσα λαιμῶν διαμπὰξ
1015τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
1016τόκον γηγενῆ.
Epode 3
Χορός
1018φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν
1019δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων.
1020ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν
1021γελῶντι προσώπῳ περίβαλε βρόχον
1022θανάσιμον ὑπʼ ἀγέλαν πεσόν-
1023τι τὰν μαινάδων.