Βάκχαι
Episode 7
Title variantsΒάκχαι · Bacchae · Bacchantes
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 7
Lyric 1
Διόνυσος
576ἰώ,
576aκλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς,
577ἰὼ βάκχαι, ἰὼ βάκχαι.
Lyric 2
Χορός
578τίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδος
579ἀνά μʼ ἐκάλεσεν Εὐίου;
Lyric 3
Διόνυσος
580ἰὼ ἰώ, πάλιν αὐδῶ,
581ὁ Σεμέλας, ὁ Διὸς παῖς.
Lyric 4
Χορός
582ἰὼ ἰὼ δέσποτα δέσποτα,
583μόλε νυν ἡμέτερον ἐς
584θίασον, ὦ Βρόμιε Βρόμιε.
Lyric 5
Διόνυσος
585σεῖε πέδον χθονὸς Ἔννοσι πότνια.
Lyric 6
Χορός
586ἆ ἆ,
587τάχα τὰ Πενθέως μέλαθρα διατι-
588νάξεται πεσήμασιν.
589— ὁ Διόνυσος ἀνὰ μέλαθρα·
590σέβετέ νιν. — σέβομεν ὤ.
591— εἴδετε λάινα κίοσιν ἔμβολα
592διάδρομα τάδε; Βρόμιος ὅδʼ ἀλα-
593λάζεται στέγας ἔσω.
Lyric 7
Διόνυσος
594ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·
595σύμφλεγε σύμφλεγε δώματα Πενθέος.
Lyric 8
Χορός
596ἆ ἆ,
596aπῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ,
597Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν
598ποτε κεραυνόβολος ἔλιπε φλόγα
599Δίου βροντᾶς;
600δίκετε πεδόσε τρομερὰ σώματα
601δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ
602ἄνω κάτω τιθεὶς ἔπεισι
603μέλαθρα τάδε Διὸς γόνος.
Trochees 9
Διόνυσος
604βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ
605πρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίου
606διατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατε
607σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
Trochees 10
Χορός
608ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
609ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν.
Trochees 11
Διόνυσος
610εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην,
611Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;
Trochees 12
Χορός
612πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
613ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;
Trochees 13
Διόνυσος
614αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.
Trochees 14
Χορός
615οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;
Trochees 15
Διόνυσος
616ταῦτα καὶ καθύβρισʼ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν
617οὔτʼ ἔθιγεν οὔθʼ ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο.
618πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξʼ ἡμᾶς ἄγων,
619τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,
620θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,
621χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼν
622ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ
623ἀνετίναξʼ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ
624πῦρ ἀνῆψʼ· ὃ δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν,
625ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν
626ἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.
627διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,
628ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
629κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
630φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένος
631ᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ, ὡς σφάζων ἐμέ.
632πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται·
633δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπαν
634πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕπο
635διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ
636ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼ
637δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
638ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω —
639ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ;
640ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.
641πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.
Πενθεύς
642πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος,
643ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
644ἔα ἔα·
645ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος
646φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
Διόνυσος
647στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα.
Πενθεύς
648πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;
Διόνυσος
649οὐκ εἶπον—ἢ οὐκ ἤκουσασ—ὅτι λύσει μέ τις;
Πενθεύς
650τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.
Διόνυσος
651ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.
Πενθεύς
Διόνυσος
652ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.
Πενθεύς
653κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.
Διόνυσος
654τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;
Πενθεύς
655σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σʼ εἶναι σοφόν.
Διόνυσος
656ἃ δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός.
657κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
658ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·
659ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.
Ἄγγελος
660Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,
661ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτε
662λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.
Πενθεύς
663ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;
Ἄγγελος
664βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
665οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,
666ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,
667ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
668θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
669φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·
670τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ,
671καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
Πενθεύς
672λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
673τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.
674ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,
675τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας
676γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
Ἄγγελος
677ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπας
678μόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιος
679ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
680ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,
681ὧν ἦρχʼ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου
682μήτηρ Ἀγαύη σή, τρίτου δʼ Ἰνὼ χοροῦ.
683ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,
684αἳ μὲν πρὸς ἐλάτης νῶτʼ ἐρείσασαι φόβην,
685αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα
686εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς
687ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ
688θηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας.
689ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις
690σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας,
691μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν.
692αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον
693ἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας,
694νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες.
695καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας
696νεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων
697σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς
698ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
699αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκων
700ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,
701ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
702βρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνους
703στεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου.
704θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν,
705ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·
706ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς,
707καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός·
708ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
709ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
710γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων
711θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
712ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
713εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
714ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,
715κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν
716ὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια·
717καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγων
718ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας
719ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
720Πενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτων
721χάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγειν
722ἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαις
723κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην
724ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
725Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον
726Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄρος
727καὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.
728κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου·
729κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων,
730λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας.
731ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,
732θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι,
733ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
734ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
735βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην
736μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
737καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
738μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,
739ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
740εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασιν
741ῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ
742ἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι.
743ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοι
744τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
745μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.
746θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
747ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
748χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳ
749πεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖς
750εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν·
751Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπας
752νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,
753ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω
754διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·
755ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο
756προσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον,
757οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις
758πῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕπο
759ἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·
760οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ.
761τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,
762κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
763ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ
764γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
765πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα,
766κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός.
767νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδων
768γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
769τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα,
770δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας,
771κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
772τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
773οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπρις
774οὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
Χορός
775ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους
776πρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται·
777Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
Πενθεύς
778ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
779ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
780ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼν
781πύλας· κέλευε πάντας ἀσπιδηφόρους
782ἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
783πέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶ
784ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
785βάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε,
786εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν.
Διόνυσος
787πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
788Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
789οὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ,
790ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται
791κινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο.
Πενθεύς
792οὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼν
793σῴσῃ τόδʼ; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην;
Διόνυσος
794θύοιμʼ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
795πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.
Πενθεύς
796θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
797πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
Διόνυσος
798φεύξεσθε πάντες· καὶ τόδʼ αἰσχρόν, ἀσπίδας
799θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους
Πενθεύς
800ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,
801ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
Διόνυσος
802ὦ τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε.
Πενθεύς
803τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
Διόνυσος
804ἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα.
Πενθεύς
805οἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ.
Διόνυσος
806ποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς;
Πενθεύς
807ξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί.
Διόνυσος
808καὶ μὴν ξυνεθέμην—τοῦτό γʼ ἔστι—τῷ θεῷ.
Πενθεύς
809ἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
Διόνυσος
810ἆ.
811βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
Πενθεύς
812μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
Διόνυσος
813τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
Πενθεύς
814λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας.
Διόνυσος
815ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;
Πενθεύς
816σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.
Διόνυσος
817ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
Πενθεύς
818ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
Διόνυσος
819ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
Πενθεύς
820ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.
Διόνυσος
821στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
Πενθεύς
822τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
Διόνυσος
823μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
Πενθεύς
824εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός.
Διόνυσος
825Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
Πενθεύς
826πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
Διόνυσος
827ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Πενθεύς
828τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει.
Διόνυσος
829οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
Πενθεύς
830στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν;
Διόνυσος
831κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
Πενθεύς
832τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
Διόνυσος
833πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα.
Πενθεύς
834ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;
Διόνυσος
835θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.
Πενθεύς
836οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
Διόνυσος
837ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
Πενθεύς
838ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.
Διόνυσος
839σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.
Πενθεύς
840καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών;
Διόνυσος
841ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι.
Πενθεύς
842πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί.
843ἐλθόντʼ ἐς οἴκους ἃν δοκῇ βουλεύσομαι.
Διόνυσος
844ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα.
Πενθεύς
845στείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαι
846ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
Διόνυσος
848γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
847ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.
849Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·
850τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν,
851ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
852οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
853ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
854χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
855γυναικόμορφον ἀγόμενον διʼ ἄστεως
856ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
857ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
858ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
859Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς
860Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός,
861δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος.