The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Episode 1

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Οἰδίπους

1ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,

2τίνας ποθʼ ἕδρας τάσδε μοι θοάζετε

3ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;

4πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,

5ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·

6ἁγὼ δικαιῶν μὴ παρʼ ἀγγέλων, τέκνα,

7ἄλλων ἀκούειν αὐτὸς ὧδʼ ἐλήλυθα,

8ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.

9ἀλλʼ ὦ γεραιέ, φράζʼ, ἐπεὶ πρέπων ἔφυς

10πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,

11δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν

12ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν

13εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.

Ἱερεύς

14ἀλλʼ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,

15ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα

16βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν

17πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,

18ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τʼ ᾐθέων

19λεκτοί· τὸ δʼ ἄλλο φῦλον ἐξεστεμμένον

20ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς

21ναοῖς, ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.

22πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν

23ἤδη σαλεύει κἀνακουφίσαι κάρα

24βυθῶν ἔτʼ οὐχ οἵα τε φοινίου σάλου,

25φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,

26φθίνουσα δʼ ἀγέλαις βουνόμοις τόκοισί τε

27ἀγόνοις γυναικῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς

28σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,

29ὑφʼ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δʼ

30Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.

31θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σʼ ἐγὼ

32οὐδʼ οἵδε παῖδες ἑζόμεσθʼ ἐφέστιοι,

33ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου

34κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·

35ὅς γʼ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν

36σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,

37καὶ ταῦθʼ ὑφʼ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον

38οὐδʼ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ

39λέγει νομίζει θʼ ἡμὶν ὀρθῶσαι βίον·

40νῦν τʼ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,

41ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι

42ἀλκήν τινʼ εὑρεῖν ἡμίν, εἴτε του θεῶν

43φήμην ἀκούσας εἴτʼ ἀπʼ ἀνδρὸς οἶσθά του·

44ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς

45ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.

46ἴθʼ, ὦ βροτῶν ἄριστʼ, ἀνόρθωσον πόλιν,

47ἴθʼ, εὐλαβήθηθʼ· ὡς σὲ νῦν μὲν ἥδε γῆ

48σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·

49ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα

50στάντες τʼ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.

51ἀλλʼ ἀσφαλείᾳ τήνδʼ ἀνόρθωσον πόλιν·

52ὄρνιθι γὰρ καὶ τὴν τότʼ αἰσίῳ τύχην

53παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.

54ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,

55ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·

56ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς

57ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.

Οἰδίπους

58ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι

59προσήλθεθʼ ἱμείροντες· εὖ γὰρ οἶδʼ ὅτι

60νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ

61οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.

62τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕνʼ ἔρχεται

63μόνον καθʼ αὑτὸν κοὐδένʼ ἄλλον, ἡ δʼ ἐμὴ

64ψυχὴ πόλιν τε κἀμὲ καὶ σʼ ὁμοῦ στένει.

65ὥστʼ οὐχ ὕπνῳ γʼ εὕδοντά μʼ ἐξεγείρετε,

66ἀλλʼ ἴστε πολλὰ μέν με δακρύσαντα δή,

67πολλὰς δʼ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·

68ἣν δʼ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,

69ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως

70Κρέοντʼ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ

71ἔπεμψα Φοίβου δώμαθʼ, ὡς πύθοιθʼ ὅ τι

72δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.

73καί μʼ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ

74λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα

75ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.

76ὅταν δʼ ἵκηται, τηνικαῦτʼ ἐγὼ κακὸς

77μὴ δρῶν ἂν εἴην πάνθʼ ὅσʼ ἂν δηλοῖ θεός.

Ἱερεύς

78ἀλλʼ εἰς καλὸν σύ τʼ εἶπας οἵδε τʼ ἀρτίως

79Κρέοντα προσστείχοντα σημαίνουσί μοι.

Οἰδίπους

80ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ

81σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι

Ἱερεύς

82ἀλλʼ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα

83πολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης.

Οἰδίπους

84τάχʼ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.

85ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,

86τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;

Κρέων

87ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοι

88κατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν.

Οἰδίπους

89ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς

90οὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.

Κρέων

91εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,

92ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.

Οἰδίπους

93ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω

94τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.

Κρέων

95λέγοιμʼ ἂν οἷʼ ἤκουσα τοῦ θεοῦ πάρα.

96ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ

97μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ

98ἐν τῇδʼ, ἐλαύνειν μηδʼ ἀνήκεστον τρέφειν.

Οἰδίπους

99ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;

Κρέων

100ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν

101λύοντας, ὡς τόδʼ αἷμα χειμάζον πόλιν.

Οἰδίπους

102ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;

Κρέων

103ἦν ἡμίν, ὦναξ, Λάϊός ποθʼ ἡγεμὼν

104γῆς τῆσδε, πρὶν σὲ τήνδʼ ἀπευθύνειν πόλιν.

Οἰδίπους

105ἔξοιδʼ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.

Κρέων

106τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς

107τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.

Οἰδίπους

108οἳ δʼ εἰσὶ ποῦ γῆς; ποῦ τόδʼ εὑρεθήσεται

109ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;

Κρέων

110ἐν τῇδʼ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον

111ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.

Οἰδίπους

112πότερα δʼ ἐν οἴκοις ἢ ʼν ἀγροῖς ὁ Λάϊος

113ἢ γῆς ἐπʼ ἄλλης τῷδε συμπίπτει φόνῳ;

Κρέων

114θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν

115πρὸς οἶκον οὐκέθʼ ἵκεθʼ, ὡς ἀπεστάλη.

Οἰδίπους

116οὐδʼ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ

117κατεῖδʼ, ὅτου τις ἐκμαθὼν ἐχρήσατʼ ἄν;

Κρέων

118θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν

119ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχʼ εἰδὼς φράσαι.

Οἰδίπους

120τὸ ποῖον; ἓν γὰρ πόλλʼ ἂν ἐξεύροι μαθεῖν,

121ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.

Κρέων

122λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ

123ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.

Οἰδίπους

124πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ

125ἐπράσσετʼ ἐνθένδʼ, ἐς τόδʼ ἂν τόλμης ἔβη;

Κρέων

126δοκοῦντα ταῦτʼ ἦν· Λαΐου δʼ ὀλωλότος

127οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.

Οἰδίπους

128κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος

129οὕτω πεσούσης, εἶργε τοῦτʼ ἐξειδέναι;

Κρέων

130ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν

131μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.

Οἰδίπους

132ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις αὔτʼ ἐγὼ φανῶ·

133ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ

134πρὸ τοῦ θανόντος τήνδʼ ἔθεσθʼ ἐπιστροφήν·

135ὥστʼ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον

136γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θʼ ἅμα.

137ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,

138ἀλλʼ αὐτὸς αὑτοῦ τοῦτʼ ἀποσκεδῶ μύσος.

139ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχʼ ἂν

140κἄμʼ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθʼ ἕλοι.

141κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.

142ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων

143ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους,

144ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω,

145ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς

146σὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες.

Ἱερεύς

147ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν

148καὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται.

149Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμα

150σωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος.