The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Choral 8

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 8

Strophe 1

Χορός

863εἴ μοι ξυνείη φέροντι

864μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων

865ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται

866ὑψίποδες, οὐρανίαν

867διʼ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος

868πατὴρ μόνος, οὐδέ νιν

869θνατὰ φύσις ἀνέρων

870ἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ·

871μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.

Antistrophe 1

Χορός

873ὕβρις φυτεύει τύραννον·

874ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν,

875ἃ μὴ ʼπίκαιρα μηδὲ συμφέροντα,

876ἀκρότατον εἰσαναβᾶσʼ

877αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,

878ἔνθʼ οὐ ποδὶ χρησίμῳ

880χρῆται. τὸ καλῶς δʼ ἔχον

881πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι.

882θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.

Strophe 2

Χορός

884εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται,

885δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων,

886κακά νιν ἕλοιτο μοῖρα,

887δυσπότμου χάριν χλιδᾶς,

888εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως

890καὶ τῶν ἀσέπτων ἔρξεται

891ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων.

892τίς ἔτι ποτʼ ἐν τοῖσδʼ ἀνὴρ θεῶν βέλη

893εὔξεται ψυχᾶς ἀμύνειν;

895εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,

896τί δεῖ με χορεύειν;

Antistrophe 2

Χορός

897οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπʼ ὀμφαλὸν σέβων,

900οὐδʼ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν,

901εἰ μὴ τάδε χειρόδεικτα

902πᾶσιν ἁρμόσει βροτοῖς.

903ἀλλʼ, ὦ κρατύνων, εἴπερ ὄρθʼ ἀκούεις,

905Ζεῦ, πάντʼ ἀνάσσων, μὴ λάθοι

906σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.

907φθίνοντα γὰρ Λαΐου παλαίφατα

908θέσφατʼ ἐξαιροῦσιν ἤδη,

909κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·

910ἔρρει δὲ τὰ θεῖα.