The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Choral 12

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 12

Strophe 1

Χορός

1186ἰὼ γενεαὶ βροτῶν,

1187ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ.

1188τίς γάρ, τίς ἀνὴρ πλέον

1190τᾶς εὐδαιμονίας φέρει

1191ἢ τοσοῦτον ὅσον δοκεῖν

1192καὶ δόξαντʼ ἀποκλῖναι;

1193τὸν σόν τοι παράδειγμʼ ἔχων,

1194τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶν

1195οὐδὲν μακαρίζω·

Antistrophe 1

Χορός

1196ὅστις καθʼ ὑπερβολὰν

1197τοξεύσας ἐκράτησε τοῦ πάντʼ εὐδαίμονος ὄλβου,

1198ὦ Ζεῦ, κατὰ μὲν φθίσας

1199τὰν γαμψώνυχα παρθένον

1200χρησμῳδόν, θανάτων δʼ ἐμᾷ

1201χώρᾳ πύργος ἀνέστα·

1201aἐξ οὗ καὶ βασιλεὺς καλεῖ

1202ἐμὸς καὶ τὰ μέγιστʼ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν

1203Θήβαισιν ἀνάσσων.

Strophe 2

Χορός

1204τανῦν δʼ ἀκούειν τίς ἀθλιώτερος;

1205τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις

1206ξύνοικος ἀλλαγᾷ βίου;

1207ἰὼ κλεινὸν Οἰδίπου κάρα,

1208ἦ στέγας λιμὴν

1208aαὑτὸς ἤρκεσεν

1209παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν;

1210πῶς ποτε πῶς ποθʼ αἱ πατρῷαί σʼ ἄλοκες φέρειν, τάλας,

1211σῖγʼ ἐδυνάθησαν ἐς τοσόνδε;

Antistrophe 2

Χορός

1212ἐφηῦρέ σʼ ἄκονθʼ ὁ πάνθʼ ὁρῶν χρόνος,

1213δικάζει τʼ ἄγαμον γάμον πάλαι

1215τεκνοῦντα καὶ τεκνούμενον.

1216ἰώ, Λαΐειον ὦ τέκνον,

1217εἴθε σʼ εἴθε σε

1217aμήποτʼ εἰδόμαν.

1218δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων

1219ἐκ στομάτων. τὸ δʼ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τʼ ἐκ

1220σέθεν

1221καὶ κατεκοίμασα τοὐμὸν ὄμμα.