The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Episode 13

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 13

Ἐξάγγελος

1223ὦ γῆς μέγιστα τῆσδʼ ἀεὶ τιμώμενοι,

1224οἷʼ, ἔργʼ ἀκούσεσθʼ, οἷα δʼ εἰσόψεσθʼ, ὅσον δʼ

1225ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι

1226τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.

1227οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν

1228νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα

1229κεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰ

1230ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν

1231μάλιστα λυποῦσʼ αἳ φανῶσʼ αὐθαίρετοι.

Χορός

1232λείπει μὲν οὐδʼ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ

1233βαρύστονʼ εἶναι· πρὸς δʼ ἐκείνοισιν τί φῄς;

Ἐξάγγελος

1234ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ

1235μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.

Χορός

1236ὦ δυστάλαινα, πρὸς τίνος ποτʼ αἰτίας;

Ἐξάγγελος

1237αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν

1238ἄλγιστʼ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.

1239ὅμως δʼ, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,

1240πεύσει τὰ κείνης ἀθλίας παθήματα.

1241ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθʼ ἔσω

1242θυρῶνος, ἵετʼ εὐθὺ πρὸς τὰ νυμφικὰ

1243λέχη, κόμην σπῶσʼ ἀμφιδεξίοις ἀκμαῖς.

1244πύλας δʼ, ὅπως εἰσῆλθʼ, ἐπιρράξασʼ ἔσω

1245καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν,

1246μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν

1247θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι

1248τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.

1249γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦς

1250ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ ἐκ τέκνων τέκοι.

1251χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται·

1252βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗ

1253οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,

1254ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν.

1255φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,

1256γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου

1257κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.

1258λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις·

1259οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.

1260δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος

1261πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων

1262ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.

1263οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν,

1264πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.

1265ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας

1266χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ

1267ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν.

1268ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους

1269περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο,

1270ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,

1271αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν

1272οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά,

1273ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει

1274ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο.

1275τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ

1276ἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦ

1277γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν

1278φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας

1279ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.

1279aτάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα,

1280ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.

1281ὁ πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲν

1282ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ

1283στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν

1284ὅσʼ ἐστὶ πάντων ὀνόματʼ, οὐδέν ἐστʼ ἀπόν.

Χορός

1285νῦν δʼ ἔσθʼ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ;

Ἐξάγγελος

1286βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα

1287τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,

1288τὸν μητέρʼ—αὐδῶν ἀνόσιʼ οὐδὲ ῥητά μοι,

1290ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδʼ ἔτι

1291μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.

1292ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος

1293δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.

1294δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε

1295διοίγεται· θέαμα δʼ εἰσόψει τάχα

1296τοιοῦτον οἷον καὶ στυγοῦντʼ ἐποικτίσαι.

Anapests 1

Χορός

1297ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,

1298ὦ δεινότατον πάντων ὅσʼ ἐγὼ

1299προσέκυρσʼ ἤδη. τίς σʼ, ὦ τλῆμον,

1300προσέβη μανία; τίς ὁ πηδήσας

1301μείζονα δαίμων τῶν μακίστων

1302πρὸς σῇ δυσδαίμονι μοίρᾳ;

1303φεῦ φεῦ, δύστανʼ·

1304ἀλλʼ οὐδʼ ἐσιδεῖν δύναμαί σε, θέλων

1305πόλλʼ ἀνερέσθαι, πολλὰ πυθέσθαι,

1306πολλὰ δʼ ἀθρῆσαι·

1307τοίαν φρίκην παρέχεις μοι.

Οἰδίπους

1308αἰαῖ αἰαῖ, δύστανος ἐγώ,

1309ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι

1310φθογγὰ διαπωτᾶται φοράδην;

1311ἰὼ δαῖμον, ἵνʼ ἐξήλλου.

Χορός

1312ἐς δεινὸν οὐδʼ ἀκουστὸν οὐδʼ ἐπόψιμον.