Οἰδίπους Τύραννος
Episode 7
Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 7
Οἰδίπους
700ἐρῶ· σὲ γὰρ τῶνδʼ ἐς πλέον, γύναι, σέβω·
701Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
Ἰοκάστη
702λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
Οἰδίπους
703φονέα με φησὶ Λαΐου καθεστάναι.
Ἰοκάστη
704αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
Οἰδίπους
705μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
706τό γʼ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
Ἰοκάστη
707σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
708ἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοι
709βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
710φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα.
711χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶ
712Φοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο,
713ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
714ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα.
715καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲ
716λῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς·
717παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
718τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
719ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
720κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσεν
721φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον
722τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
723τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
724ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
725χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
Οἰδίπους
726οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι,
727ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
Ἰοκάστη
728ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις;
Οἰδίπους
729ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος
730κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
Ἰοκάστη
731ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει.
Οἰδίπους
732καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος;
Ἰοκάστη
733Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸς
734ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
Οἰδίπους
735καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν οὑξεληλυθώς;
Ἰοκάστη
736σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδʼ ἔχων χθονὸς
737ἀρχὴν ἐφαίνου, τοῦτʼ ἐκηρύχθη πόλει.
Οἰδίπους
738ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
Ἰοκάστη
739τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον;
Οἰδίπους
740μήπω μʼ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν
741τίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων.
Ἰοκάστη
742μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
743μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
Οἰδίπους
744οἴμοι τάλας· ἔοικʼ ἐμαυτὸν εἰς ἀρὰς
745δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
Ἰοκάστη
746πῶς φῄς; ὀκνῶ τοι πρός σʼ ἀποσκοποῦσʼ, ἄναξ.
Οἰδίπους
747δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·
748δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
Ἰοκάστη
749καὶ μὴν ὀκνῶ μέν, ἃ δʼ ἂν ἔρῃ μαθοῦσʼ ἐρῶ.
Οἰδίπους
750πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων
751ἄνδρας λοχίτας, οἷʼ ἀνὴρ ἀρχηγέτης;
Ἰοκάστη
752πέντʼ ἦσαν οἱ ξύμπαντες, ἐν δʼ αὐτοῖσιν ἦν .
753κῆρυξ· ἀπήνη δʼ ἦγε Λάϊον μία.
Οἰδίπους
754αἰαῖ, τάδʼ ἤδη διαφανῆ. τίς ἦν ποτε
755ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
Ἰοκάστη
756οἰκεύς τις, ὅσπερ ἵκετʼ ἐκσωθεὶς μόνος.
Οἰδίπους
757ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;
Ἰοκάστη
758οὐ δῆτʼ· ἀφʼ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
759σέ τʼ εἶδʼ ἔχοντα Λάϊόν τʼ ὀλωλότα,
760ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
761ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
762ὡς πλεῖστον εἴη τοῦδʼ ἄποπτος ἄστεως.
763κἄπεμψʼ ἐγώ νιν· ἄξιος γὰρ οἷʼ ἀνὴρ
764δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
Οἰδίπους
765πῶς ἂν μόλοι δῆθʼ ἡμὶν ἐν τάχει πάλιν;
Ἰοκάστη
766πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτʼ ἐφίεσαι;
Οἰδίπους
767δέδοικʼ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλʼ ἄγαν
768εἰρημένʼ ᾖ μοι διʼ ἅ νιν εἰσιδεῖν θέλω.
Ἰοκάστη
769ἀλλʼ ἵξεται μέν· ἀξία δέ που μαθεῖν
770κἀγὼ τά γʼ ἐν σοὶ δυσφόρως ἔχοντʼ, ἄναξ.
Οἰδίπους
771κοὐ μὴ στερηθῇς γʼ, ἐς τοσοῦτον ἐλπίδων
772ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
773λέξαιμʼ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδʼ ἰών;
774ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
775μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δʼ ἀνὴρ
776ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
777τοιάδʼ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
778σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
779ἀνὴρ γὰρ ἐν δείπνοις μʼ ὑπερπλησθεὶς μέθῃ
780καλεῖ παρʼ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί.
781κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
782μόλις κατέσχον, θἀτέρᾳ δʼ ἰὼν πέλας
783μητρὸς πατρός τʼ ἤλεγχον· οἱ δὲ δυσφόρως
784τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
785κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼ
786ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ· ὑφεῖρπε γὰρ πολύ.
787λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
788Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
789ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια
790καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
791ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼ
792ἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν,
793φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
794κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν,
795ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα
796ἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶν
797χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
798στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς
799σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
Οἰδίπους
800καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
801ὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας,
802ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
803ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
804ξυνηντίαζον· κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼν
805αὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
806κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
807παίω διʼ ὀργῆς· καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ,
808ὄχου παραστείχοντα τηρήσας, μέσον
809κάρα διπλοῖς κέντροισί μου καθίκετο.
810οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμως
811σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
812μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
813κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
814τούτῳ προσήκει Λαΐου τι συγγενές,
815τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος;
816τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ;
817ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινι
818δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,
819ὠθεῖν δʼ ἀπʼ οἴκων. καὶ τάδʼ οὔτις ἄλλος ἦν
820ἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς.
821λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
822χραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός;
823ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
824καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ
826μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
827Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
828ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
829κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον;
830μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας,
831ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶν
832βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδʼ ἰδεῖν
833κηλῖδʼ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
Χορός
834ἡμῖν μέν, ὦναξ, ταῦτʼ ὀκνήρʼ· ἕως δʼ ἂν οὖν
835πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχʼ ἐλπίδα.
Οἰδίπους
836καὶ μὴν τοσοῦτόν γʼ ἐστί μοι τῆς ἐλπίδος,
837τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.
Ἰοκάστη
838πεφασμένου δὲ τίς ποθʼ ἡ προθυμία;
Οἰδίπους
839ἐγὼ διδάξω σʼ· ἢν γὰρ εὑρεθῇ λέγων
840σοὶ ταὔτʼ, ἔγωγʼ ἂν ἐκπεφευγοίην πάθος.
Ἰοκάστη
841ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
Οἰδίπους
842λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
843ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
844λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον·
845οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·
846εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶς
847τοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
Ἰοκάστη
848ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο,
849κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν·
850πόλις γὰρ ἤκουσʼ, οὐκ ἐγὼ μόνη, τάδε.
851εἰ δʼ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
852οὔτοι ποτʼ, ὦναξ, σόν γε Λαΐου φόνον
853φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
854διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
855καίτοι νιν οὐ κεῖνός γʼ ὁ δύστηνός ποτε
856κατέκτανʼ, ἀλλʼ αὐτὸς πάροιθεν ὤλετο.
857ὥστʼ οὐχὶ μαντείας γʼ ἂν οὔτε τῇδʼ ἐγὼ
858βλέψαιμʼ ἂν εἵνεκʼ οὔτε τῇδʼ ἂν ὕστερον.
Οἰδίπους
859καλῶς νομίζεις· ἀλλʼ ὅμως τὸν ἐργάτην
860πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτʼ ἀφῇς.
Ἰοκάστη
861πέμψω ταχύνασʼ· ἀλλʼ ἴωμεν ἐς δόμους·
862οὐδὲν γὰρ ἂν πράξαιμʼ ἂν ὧν οὐ σοὶ φίλον.