The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Choral 14

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 14

Strophe 1

Οἰδίπους

1313ἰὼ σκότου

1314νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,

1315ἀδάματόν τε καὶ δυσούριστον ὄν.

1316οἴμοι,

1317οἴμοι μάλʼ αὖθις· οἷον εἰσέδυ μʼ ἅμα

1318κέντρων τε τῶνδʼ οἴστρημα καὶ μνήμη κακῶν.

Χορός

1319καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασιν

1320διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.

Antistrophe 1

Οἰδίπους

1321ἰὼ φίλος,

1322σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ

1323ὑπομένεις με τὸν τυφλὸν κηδεύων.

1324φεῦ φεῦ.

1325οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,

1326καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.

Χορός

1327ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς

1328ὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων;

Strophe 2

Οἰδίπους

1329Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι,

1330ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα.

1331ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων.

1332τί γὰρ ἔδει μʼ ὁρᾶν,

1335ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;

Χορός

1336ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς.

Οἰδίπους

1337τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢ

1338στερκτὸν ἢ προσήγορον

1339ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι;

1340ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με,

1341ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριον

1342τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς

1345ἐχθρότατον βροτῶν.

Χορός

1346δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,

1347ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε.

Antistrophe 2

Οἰδίπους

1349ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας

1350μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου

1351ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.

1352τότε γὰρ ἂν θανὼν

1355οὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος.

Χορός

1356θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν.

Οἰδίπους

1357οὔκουν πατρός γʼ ἂν φονεὺς

1358ἦλθον οὐδὲ νυμφίος

1359βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.

1360νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς,

1361ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας.

1365εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν,

1366τοῦτʼ ἔλαχʼ Οἰδίπους.