Οἰδίπους Τύραννος
Episode 5
Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 5
Κρέων
513ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος
514κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
515πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
516ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι
517λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον,
518οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
519φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
520ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,
521ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
522κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
Χορός
523ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν
524ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
Κρέων
525τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι
526πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
Χορός
527ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι.
Κρέων
528ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
529κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
Χορός
530οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ.
531αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ.
Οἰδίπους
532οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχεις
533τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
534ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
535λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
536φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
537ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν;
538ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
539δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;
540ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
541ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
542θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται;
Κρέων
543οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
544ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών.
Οἰδίπους
545λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς
546σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί.
Κρέων
547τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ.
Οἰδίπους
548τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός.
Κρέων
549εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
550εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
Οἰδίπους
551εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
552δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
Κρέων
553ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ
554πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.
Οἰδίπους
555ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ
556τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
Κρέων
557καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι.
Οἰδίπους
558πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον
Κρέων
559δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
Οἰδίπους
560ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
Κρέων
561μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι.
Οἰδίπους
562τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
Κρέων
563σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος.
Οἰδίπους
564ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ;
Κρέων
565οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας.
Οἰδίπους
566ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
Κρέων
567παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν.
Οἰδίπους
568πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
Κρέων
569οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
Οἰδίπους
570τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
Κρέων
571ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι.
Οἰδίπους
572ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς
573οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς.
Κρέων
574εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ
575μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν.
Οἰδίπους
576ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
Κρέων
577τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
Οἰδίπους
578ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
Κρέων
579ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
Οἰδίπους
580ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται.
Κρέων
581οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
Οἰδίπους
582ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
Κρέων
583οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον.
584σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς
585ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ
586ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη.
587ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν
588τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
589οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
590νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω,
591εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
592πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
593ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
594οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
595ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.
596νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
597νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
598τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι.
599πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε;
600οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
601ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν
602οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
603καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν
604πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι·
605τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς
606κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς
607ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών·
608γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
609οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
610χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
611φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
612καὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ.
613ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶ
614χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·
615κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
Χορός
616καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
617ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
Οἰδίπους
618ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
619χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν·
620εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
621πεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα.
Κρέων
622τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;
Οἰδίπους
623ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
624ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.
Κρέων
625ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;
Οἰδίπους
Κρέων
626οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω.
Οἰδίπους
626aτὸ γοῦν ἐμόν.
Κρέων
627ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν.
Οἰδίπους
627aἀλλʼ ἔφυς κακός.
Κρέων
628εἰ δὲ ξυνίης μηδέν;
Οἰδίπους
628aἀρκτέον γʼ ὅμως.
Κρέων
629οὔτοι κακῶς γʼ ἄρχοντος.
Οἰδίπους
629aὦ πόλις πόλις.
Κρέων
630κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ.
Χορός
631παύσασθʼ, ἄνακτες· καιρίαν δʼ ὑμῖν ὁρῶ
632τήνδʼ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθʼ ἧς
633τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.
Ἰοκάστη
634τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν
635γλώσσης ἐπήρασθʼ οὐδʼ ἐπαισχύνεσθε γῆς
636οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
637οὐκ εἶ σύ τʼ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
638καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε;
Κρέων
639ὅμαιμε, δεινά μʼ Οἰδίπους ὁ σὸς πόσις
640δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν
641ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
Οἰδίπους
642ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
643εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
Κρέων
644μή νυν ὀναίμην, ἀλλʼ ἀραῖος, εἴ σέ τι
645δέδρακʼ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.
Ἰοκάστη
646ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
647μάλιστα μὲν τόνδʼ ὅρκον αἰδεσθεὶς θεῶν,
648ἔπειτα κἀμὲ τούσδε θʼ οἳ πάρεισί σοι.