Οἰδίπους Τύραννος
Episode 3
Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 3
Οἰδίπους
216αἰτεῖς· ἃ δʼ αἰτεῖς, τἄμʼ ἐὰν θέλῃς ἔπη
217κλύων δέχεσθαι τῇ νόσῳ θʼ ὑπηρετεῖν,
218ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·
219ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδʼ ἐξερῶ,
220ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν
221ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,
222νῦν δʼ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
223ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
224ὅστις ποθʼ ὑμῶν Λάϊον τὸν Λαβδάκου
225κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
226τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
227κεἰ μὲν φοβεῖται, τοὐπίκλημʼ ὑπεξελεῖν
228αὐτὸν καθʼ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
229ἀστεργὲς οὐδέν. γῆς δʼ ἄπεισιν ἀσφαλής.
230εἰ δʼ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς
231τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
232κέρδος τελῶ ʼγὼ χἠ χάρις προσκείσεται.
233εἰ δʼ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου
234δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
235ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
236τὸν ἄνδρʼ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
237τῆσδʼ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,
238μήτʼ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
239μήτʼ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
240κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν·
241ὠθεῖν δʼ ἀπʼ οἴκων πάντας, ὡς μιάσματος
242τοῦδʼ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
243μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
244ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
245τῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·
246κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τις
247εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
248κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
249ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιος
250ἐν τοῖς ἐμοῖς γένοιτʼ ἐμοῦ συνειδότος,
251παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην.
252ὑμῖν δὲ ταῦτα πάντʼ ἐπισκήπτω τελεῖν,
253ὑπέρ τʼ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
254γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης.
Οἰδίπους
255οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,
256ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
257ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος,
258ἀλλʼ ἐξερευνᾶν· νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ
259ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
260ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον,
261κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος
262μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·
263νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη·
264ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός,
265ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι,
266ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
267τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
268τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος.
269καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
270μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ
271μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
272τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι·
273ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις
274τάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκη
275χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
Χορός
276ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ.
277οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω
278δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
279Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
Οἰδίπους
280δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς
281ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ.
Χορός
282τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ.
Οἰδίπους
283εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
Χορός
284ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι
285μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν
286σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα.
Οἰδίπους
287ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην.
288ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
289πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται.
Χορός
290καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη.
Οἰδίπους
291τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
Χορός
292θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
Οἰδίπους
293ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ.
Χορός
294ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος,
295τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς,
Οἰδίπους
296ᾧ μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ.
Χορός
297ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ
298τὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν, ᾧ
299τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
Οἰδίπους
300ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε
301ἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ,
302πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμως
303οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
304σωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
305Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,
306πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
307μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
308εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ
309κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.
310σύ νυν φθονήσας μήτʼ ἀπʼ οἰωνῶν φάτιν
311μήτʼ εἴ τινʼ ἄλλην μαντικῆς ἔχεις ὁδόν,
312ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δʼ ἐμέ,
313ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.
314ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν
315ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων.
Τειρεσίας
316φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
317λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ
318εἰδὼς διώλεσʼ· οὐ γὰρ ἂν δεῦρʼ ἱκόμην.
Οἰδίπους
319τί δʼ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.
Τειρεσίας
320ἄφες μʼ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ
321κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.
Οἰδίπους
322οὔτʼ ἔννομʼ εἶπας οὔτε προσφιλῆ πόλει
323τῇδʼ, ἥ σʼ ἔθρεψε, τήνδʼ ἀποστερῶν φάτιν.
Τειρεσίας
324ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημʼ ἰὸν
325πρὸς καιρόν· ὡς οὖν μηδʼ ἐγὼ ταὐτὸν πάθω—
Οἰδίπους
326μὴ πρὸς θεῶν φρονῶν γʼ ἀποστραφῇς, ἐπεὶ
327πάντες σε προσκυνοῦμεν οἵδʼ ἱκτήριοι.
Τειρεσίας
328πάντες γὰρ οὐ φρονεῖτʼ· ἐγὼ δʼ οὐ μή ποτε
329τἄμʼ, ὡς ἂν εἴπω μὴ τὰ σʼ, ἐκφήνω κακά.
Οἰδίπους
330τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλʼ ἐννοεῖς
331ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;
Τειρεσίας
332ἐγὼ οὔτʼ ἐμαυτὸν οὔτε σʼ ἀλγυνῶ. τί ταῦτʼ
333ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.
Οἰδίπους
334οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
335φύσιν σύ γʼ ὀργάνειας, ἐξερεῖς ποτε,
336ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανεῖ;
Τειρεσίας
337ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δʼ ὁμοῦ
338ναίουσαν οὐ κατεῖδες, ἀλλʼ ἐμὲ ψέγεις.
Οἰδίπους
339τίς γὰρ τοιαῦτʼ ἂν οὐκ ἂν ὀργίζοιτʼ ἔπη
340κλύων, ἃ νῦν σὺ τήνδʼ ἀτιμάζεις πόλιν;
Τειρεσίας
341ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.
Οἰδίπους
342οὐκοῦν ἅ γʼ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.
Τειρεσίας
343οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδʼ, εἰ θέλεις,
344θυμοῦ διʼ ὀργῆς ἥτις ἀγριωτάτη.
Οἰδίπους
345καὶ μὴν παρήσω γʼ οὐδέν, ὡς ὀργῆς ἔχω,
346ἅπερ ξυνίημʼ· ἴσθι γὰρ δοκῶν ἐμοὶ
347καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θʼ, ὅσον
348μὴ χερσὶ καίνων· εἰ δʼ ἐτύγχανες βλέπων,
349καὶ τοὔργον ἂν σοῦ τοῦτʼ, ἔφην εἶναι μόνου.
Τειρεσίας
350ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι
351ᾧπερ προεῖπας ἐμμένειν, κἀφʼ ἡμέρας
352τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτʼ ἐμέ,
353ὡς ὄντι γῆς τῆσδʼ ἀνοσίῳ μιάστορι.
Οἰδίπους
354οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
355τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
Τειρεσίας
356πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
Οἰδίπους
357πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.
Τειρεσίας
358πρὸς σοῦ· σὺ γάρ μʼ ἄκοντα προυτρέψω λέγειν.
Οἰδίπους
359ποῖον λόγον; λέγʼ αὖθις, ὡς μᾶλλον μάθω.
Τειρεσίας
360οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ʼκπειρᾷ λέγων;
Οἰδίπους
361οὐχ ὥστε γʼ εἰπεῖν γνωστόν· ἀλλʼ αὖθις φράσον.
Τειρεσίας
362φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
Οἰδίπους
363ἀλλʼ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
Τειρεσίας
364εἴπω τι δῆτα κἄλλʼ, ἵνʼ ὀργίζῃ πλέον;
Οἰδίπους
365ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.
Τειρεσίας
366λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις
367αἴσχισθʼ ὁμιλοῦντʼ, οὐδʼ ὁρᾶν ἵνʼ εἶ κακοῦ.
Οἰδίπους
368ἦ καὶ γεγηθὼς ταῦτʼ ἀεὶ λέξειν δοκεῖς;
Τειρεσίας
369εἴπερ τί γʼ ἐστὶ τῆς ἀληθείας σθένος.
Οἰδίπους
370ἀλλʼ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτʼ οὐκ ἔστʼ ἐπεὶ
371τυφλὸς τά τʼ ὦτα τόν τε νοῦν τά τʼ ὄμματʼ εἶ.
Τειρεσίας
372σὺ δʼ ἄθλιός γε ταῦτʼ ὀνειδίζων, ἃ σοὶ
373οὐδεὶς ὃς οὐχὶ τῶνδʼ ὀνειδιεῖ τάχα.
Οἰδίπους
374μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτʼ ἐμὲ
375μήτʼ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτʼ ἄν.
Τειρεσίας
376οὐ γάρ σε μοῖρα πρός γʼ ἐμοῦ πεσεῖν, ἐπεὶ
377ἱκανὸς Ἀπόλλων, ᾧ τάδʼ ἐκπρᾶξαι μέλει.
Οἰδίπους
378Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;
Τειρεσίας
379Κρέων δέ σοι πῆμʼ οὐδέν, ἀλλʼ αὐτὸς σὺ σοί.
Οἰδίπους
380ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
381ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,
382ὅσος παρʼ ὑμῖν ὁ φθόνος φυλάσσεται,
383εἰ τῆσδέ γʼ ἀρχῆς οὕνεχʼ, ἣν ἐμοὶ πόλις
384δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
385ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,
386λάθρᾳ μʼ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
387ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
388δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
389μόνον δέδορκε, τὴν τέχνην δʼ ἔφυ τυφλός.
390ἐπεί, φέρʼ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
391πῶς οὐκ, ὅθʼ ἡ ῥαψῳδὸς ἐνθάδʼ ἦν κύων,
392ηὔδας τι τοῖσδʼ ἀστοῖσιν ἐκλυτήριον;
393καίτοι τό γʼ αἴνιγμʼ οὐχὶ τοὐπιόντος ἦν
394ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
395ἣν οὔτʼ ἀπʼ οἰωνῶν σὺ προυφάνης ἔχων
396οὔτʼ ἐκ θεῶν του γνωτόν· ἀλλʼ ἐγὼ μολών,
397ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
398γνώμῃ κυρήσας οὐδʼ ἀπʼ, οἰωνῶν μαθών·
399ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
400παραστατήσειν τοῖς Κρεοντείοις πέλας.
401κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
402ἀγηλατήσειν· εἰ δὲ μὴ ʼδόκεις γέρων
403εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.
Χορός
404ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδʼ ἔπη
405ὀργῇ λελέχθαι καὶ τά σʼ, Οἰδίπους, δοκεῖ,
406δεῖ δʼ οὐ τοιούτων, ἀλλʼ ὅπως τὰ τοῦ θεοῦ
407μαντεῖʼ ἄριστα λύσομεν, τόδε σκοπεῖν.
Τειρεσίας
408εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
409ἴσʼ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ.
410οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ·
411ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι.
412λέγω δʼ, ἐπειδὴ καὶ τυφλόν μʼ ὠνείδισας·
413σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵνʼ εἶ κακοῦ,
414οὐδʼ ἔνθα ναίεις, οὐδʼ ὅτων οἰκεῖς μέτα.
415ἆρʼ οἶσθʼ ἀφʼ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν
416τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,
417καί σʼ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
418ἐλᾷ ποτʼ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
419βλέποντα νῦν μὲν ὄρθʼ, ἔπειτα δὲ σκότον.
420βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,
421ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
422ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις
423ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;
424ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,
425ἅ σʼ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.
426πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
427προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
428κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
Οἰδίπους
429ἦ ταῦτα δῆτʼ ἀνεκτὰ πρὸς τούτου κλύειν;
430οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν
431ἄψορρος οἴκων τῶνδʼ ἀποστραφεὶς ἄπει;
Τειρεσίας
432οὐδʼ ἱκόμην ἔγωγʼ ἄν, εἰ σὺ μὴ ʼκάλεις.
Οἰδίπους
433οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶ
434σχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
Τειρεσίας
435ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
436μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες.
Οἰδίπους
437ποίοισι; μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν;
Τειρεσίας
438ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
Οἰδίπους
439ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
Τειρεσίας
440οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς;
Οἰδίπους
441τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν.
Τειρεσίας
442αὕτη γε μέντοι σʼ ἡ τύχη διώλεσεν.
Οἰδίπους
443ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει.
Τειρεσίας
444ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.
Οἰδίπους
445κομιζέτω δῆθʼ· ὡς παρὼν σύ γʼ ἐμποδὼν
446ὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.
Τειρεσίας
447εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸν
448δείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς.
449λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι
450ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
451τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
452ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴς
453φανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται
454τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
455καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
456σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
457φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
458ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
459γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
460ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτʼ ἰὼν
461εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον,
462φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν.