The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Choral 4

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 4

Strophe 1

Χορός

463τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα

465ἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν;

466ὥρα νιν ἀελλάδων

467ἵππων σθεναρώτερον

468φυγᾷ πόδα νωμᾶν.

469ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκει

470πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,

471δειναὶ δʼ ἅμʼ ἕπονται

472κῆρες ἀναπλάκητοι

Antistrophe 1

Χορός

473ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα

474φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν.

475φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν

476ὕλαν ἀνά τʼ ἄντρα καὶ

477πέτρας ἰσόταυρος

478μέλεος μελέῳ ποδὶ χηρεύων,

480τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων

481μαντεῖα· τὰ δʼ ἀεὶ

482ζῶντα περιποτᾶται.

Strophe 2

Χορός

483δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας

485οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ.

486πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω.

487τί γὰρ ἢ Λαβδακίδαις

490ἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼ

491ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ

492ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαις

495ἐπίκουρος ἀδήλων θανάτων.

Antistrophe 2

Χορός

496ἀλλʼ ὁ μὲν οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν

500εἰδότες· ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται,

501κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δʼ ἂν σοφίαν

502παραμείψειεν ἀνήρ.

505ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην.

506φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα

510ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς

511φρενὸς οὔποτʼ ὀφλήσει κακίαν.