The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Episode 15

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 15

Χορός

1367οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·

1368κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός.

Οἰδίπους

1369ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα,

1370μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι.

1371ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων

1372πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν

1373οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν

1374ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα.

1375ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος,

1376βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;

1377οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·

1378οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων

1379ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ

1380κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς

1381ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων

1382ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν

1383φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου.

1384τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν

1385ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;

1386ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν

1387πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην

1388τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,

1389ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ

1390τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.

1391ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν

1392ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε

1393ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;

1394ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια

1395λόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά με

1396κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·

1397νῦν γὰρ κακός τʼ ὢν κἀκ κακῶν εὑρίσκομαι.

1398ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη

1399δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,

1400αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο

1401ἐπίετε πατρός, ἆρά μου μέμνησθʼ ἔτι

1402οἷʼ ἔργα δράσας ὑμὶν εἶτα δεῦρʼ ἰὼν

1403ὁποῖʼ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι,

1404ἐφύσαθʼ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν

1405ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε

1406πατέρας, ἀδελφούς, παῖδας, αἷμʼ ἐμφύλιον,

1407νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα

1408αἴσχιστʼ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.

1409ἀλλʼ οὐ γὰρ αὐδᾶν ἔσθʼ ἃ μηδὲ δρᾶν καλόν,

1410ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που

1411καλύψατʼ ἢ φονεύσατʼ ἢ θαλάσσιον

1412ἐκρίψατʼ, ἔνθα μήποτʼ εἰσόψεσθʼ ἔτι.

1413ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θιγεῖν.

1414πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ

1415οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.

Χορός

1416ἀλλʼ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθʼ ὅδε

1417Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ

1418χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.

Οἰδίπους

1419οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος;

1420τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ

1421πάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός.

Κρέων

1422οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,

1423οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.

1424ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτι

1425γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα

1426αἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγος

1427ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ

1428μήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.

1429ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε·

1430τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθʼ ὁρᾶν

1431μόνοις τʼ ἀκούειν εὐσεβῶς ἔχει κακά.

Οἰδίπους

1432πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μʼ ἀπέσπασας,

1433ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρʼ ἐμέ,

1434πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδʼ ἐμοῦ φράσω.

Κρέων

1435καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;

Οἰδίπους

1436ῥῖψόν με γῆς ἐκ τῆσδʼ ὅσον τάχισθʼ, ὅπου

1437θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.

Κρέων

1438ἔδρασʼ ἂν εὖ τοῦτʼ ἴσθʼ ἄν, εἰ μὴ τοῦ θεοῦ

1439πρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.

Οἰδίπους

1440ἀλλʼ ἥ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις,

1441τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι.

Κρέων

1442οὕτως ἐλέχθη ταῦθʼ· ὅμως δʼ ἵνʼ ἕσταμεν

1443χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον.

Οἰδίπους

1444οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ;

Κρέων

1445καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.

Οἰδίπους

1446καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι,

1447τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφον

1448θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·

1449ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε

1450πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν,

1451ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται

1452οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι

1453πατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον,

1454ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω.

1455καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον

1456μήτʼ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε

1457θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ.

1458ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·

1459παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,

1460προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ

1461σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·

1462ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,

1463αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς

1464τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ

1465ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην·

1466αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν

1467ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά.

1468ἴθʼ ὦναξ,

1469ἴθʼ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν

1470δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον.

1471τί φημί;

1472οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν

1473δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων

1474ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν;

1475λέγω τι;

Κρέων

1476λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε,

1477γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι.

Οἰδίπους

1478ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ

1479δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι.

1480ὦ τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετε

1481ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,

1482αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν

1483τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·

1484ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν

1485πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.

1486καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·

1487νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,

1488οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.

1489ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας,

1490ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι

1491πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας;

1492ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς,

1493τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,

1494τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς

1495γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα;

1496τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ

1497ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,

1498ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων

1499ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.

1500τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ;

1501οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ

1502χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.

1503ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ

1504ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν,

1505ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς

1506πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,

1507μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.

1508ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν

1509πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.

1510ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.

1511σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας,

1512πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι,

1513οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος

1514ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.

Κρέων

1515ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω.

Close trochaic

Οἰδίπους

1516πειστέον, κεἰ μηδὲν ἡδύ.

Κρέων

1516aπάντα γὰρ καιρῷ καλά.

Οἰδίπους

1517οἶσθʼ ἐφʼ οἷς οὖν εἶμι;

Κρέων

1517aλέξεις, καὶ τότʼ εἴσομαι κλύων.

Οἰδίπους

1518γῆς μʼ ὅπως πέμψεις ἄποικον.

Κρέων

1518aτοῦ θεοῦ μʼ αἰτεῖς δόσιν.

Οἰδίπους

1519ἀλλὰ θεοῖς γʼ ἔχθιστος ἥκω.

Κρέων

1519aτοιγαροῦν τεύξει τάχα.

Οἰδίπους

1520φῂς τάδʼ οὖν;

Κρέων

1520aἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.

Οἰδίπους

1521ἄπαγέ νύν μʼ ἐντεῦθεν ἤδη.

Κρέων

1521aστεῖχέ νυν, τέκνων δʼ ἀφοῦ.

Οἰδίπους

1522μηδαμῶς ταύτας γʼ ἕλῃ μου.

Κρέων

1522aπάντα μὴ βούλου κρατεῖν·

1523καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.

Χορός

1524ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετʼ, Οἰδίπους ὅδε,

1525ὃς τὰ κλείνʼ αἰνίγματʼ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,

1526οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,

1527εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.

1528ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν

1529ἡμέραν ἐπισκοποῦντα μηδένʼ ὀλβίζειν, πρὶν ἂν

1530τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.