Οἰδίπους Τύραννος
Choral 2
Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 2
Strophe 1
Χορός
151ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
152Πυθῶνος ἀγλαὰς ἔβας
153Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
154ἰήιε Δάλιε Παιάν,
155ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον
156ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.
157εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
Antistrophe 1
Χορός
160πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα
161γαιάοχόν τʼ ἀδελφεὰν
162Ἄρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,
163καὶ Φοῖβον ἑκαβόλον, ἰὼ
164τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
165εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει
166ἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.
Strophe 2
Χορός
169ὦ πόποι, ἀνάριθμα γὰρ φέρω
170πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος
171ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα
172κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
173ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
175ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν
176κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
177ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
Antistrophe 2
Χορός
179ὧν πόλις ἀνάριθμος ὄλλυται·
180νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως·
181ἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρες
182ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν
183λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.
185παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος
186ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
187εὐῶπα πέμψον ἀλκάν.
Strophe 3
Χορός
190Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων
191φλέγει με περιβόατον, ἀντιάζω
192παλίσσυτον δράμημα νωτίσαι πάτρας
193ἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας
195εἴτʼ ἐς τὸν ἀπόξενον ὅρμων
196Θρῄκιον κλύδωνα·
197τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ,
198τοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται·
199τόν, ὦ τᾶν πυρφόρων
200ἀστραπᾶν κράτη νέμων,
201ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,
Antistrophe 3
Χορός
203Λύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶν
204βέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαι
205ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους
206Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει·
207τὸν χρυσομίτραν τε κικλήσκω,
210τᾶσδʼ ἐπώνυμον γᾶς,
211οἰνῶπα Βάκχον εὔιον,
212Μαινάδων ὁμόστολον,
213πελασθῆναι φλέγοντʼ
214ἀγλαῶπι ¯ ˘ ¯
215πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.