Οἰδίπους Τύραννος
Episode 9
Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 9
Ἰοκάστη
911χώρας ἄνακτες, δόξα μοι παρεστάθη
912ναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖν
913στέφη λαβούσῃ κἀπιθυμιάματα.
914ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
915λύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρ
916ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
917ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.
918ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ,
919πρὸς σʼ, ὦ Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
920ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,
921ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς·
922ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
923κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.
Ἄγγελος
924ἆρʼ ἂν παρʼ ὑμῶν, ὦ ξένοι, μάθοιμʼ ὅπου
925τὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου;
926μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου.
Χορός
927στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·
928γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
Ἄγγελος
929ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
930γένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ.
Ἰοκάστη
931αὔτως δὲ καὶ σύ γʼ, ὦ ξένʼ· ἄξιος γὰρ εἶ
932τῆς εὐεπείας εἵνεκʼ· ἀλλὰ φράζʼ ὅτου
933χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.
Ἄγγελος
934ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.
Ἰοκάστη
935τὰ ποῖα ταῦτα; παρὰ τίνος δʼ ἀφιγμένος;
Ἄγγελος
936ἐκ τῆς Κορίνθου· τὸ δʼ ἔπος οὑξερῶ τάχα,
937ἥδοιο μέν, πῶς δʼ οὐκ ἄν, ἀσχάλλοις δʼ ἴσως.
Ἰοκάστη
938τί δʼ ἔστι; ποίαν δύναμιν ὧδʼ ἔχει διπλῆν;
Ἄγγελος
939τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς
940τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ.
Ἰοκάστη
941τί δʼ; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;
Ἄγγελος
942οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.
Ἰοκάστη
943πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον;
Ἄγγελος
944εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.
Ἰοκάστη
945ὦ πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχος
946μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα,
947ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων
948τὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
949πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο.
Οἰδίπους
950ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,
951τί μʼ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
Ἰοκάστη
952ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
953τὰ σέμνʼ ἵνʼ ἥκει τοῦ θεοῦ μαντεύματα.
Οἰδίπους
954οὗτος δὲ τίς ποτʼ ἐστὶ καὶ τί μοι λέγει;
Ἰοκάστη
955ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
956ὡς οὐκέτʼ ὄντα Πόλυβον, ἀλλʼ ὀλωλότα.
Οἰδίπους
957τί φῄς, ξένʼ; αὐτός μοι σὺ σημάντωρ γενοῦ.
Ἄγγελος
958εἰ τοῦτο πρῶτον δεῖ μʼ ἀπαγγεῖλαι σαφῶς,
959εὖ ἴσθʼ ἐκεῖνον θανάσιμον βεβηκότα.
Οἰδίπους
960πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ;
Ἄγγελος
961σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή.
Οἰδίπους
962νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
Ἄγγελος
963καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.
Οἰδίπους
964φεῦ φεῦ, τί δῆτʼ ἄν, ὦ γύναι, σκοποῖτό τι
965τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω
966κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ
967κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν
968κεύθει κάτω δὴ γῆς. ἐγὼ δʼ ὅδʼ ἐνθάδε
969ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ
970κατέφθιθʼ· οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ.
971τὰ δʼ οὖν παρόντα συλλαβὼν θεσπίσματα
972κεῖται παρʼ Ἅιδῃ Πόλυβος ἄξιʼ οὐδενός.
Ἰοκάστη
973οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;
Οἰδίπους
974ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
Ἰοκάστη
975μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
Οἰδίπους
976καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;
Ἰοκάστη
977τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος ᾧ τὰ τῆς τύχης
978κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής;
979εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
980σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·
981πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
982μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθʼ ὅτῳ
983παρʼ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
Οἰδίπους
984καλῶς ἅπαντα ταῦτʼ ἂν ἐξείρητό σοι,
985εἰ μὴ ʼκύρει ζῶσʼ ἡ τεκοῦσα· νῦν δʼ ἐπεὶ
986ζῇ, πᾶσʼ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
Ἰοκάστη
987καὶ μὴν μέγας γʼ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
Οἰδίπους
988μέγας, ξυνίημʼ· ἀλλὰ τῆς ζώσης φόβος.
Ἄγγελος
989ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθʼ ὕπερ;
Οἰδίπους
990Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
Ἄγγελος
991τί δʼ ἔστʼ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
Οἰδίπους
992θεήλατον μάντευμα δεινόν, ὦ ξένε.
Ἄγγελος
993ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;
Οἰδίπους
994μάλιστά γʼ· εἶπε γάρ με Λοξίας ποτὲ
995χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε
996πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
997ὧν οὕνεχʼ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
998μακρὰν ἀπῳκεῖτʼ· εὐτυχῶς μέν, ἀλλʼ ὅμως
999τὰ τῶν τεκόντων ὄμμαθʼ ἥδιστον βλέπειν.
Ἄγγελος
1000ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις;
Οἰδίπους
1001πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
Ἄγγελος
1002τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ,
1003ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;
Οἰδίπους
1004καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ.
Ἄγγελος
1005καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπως
1006σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.
Οἰδίπους
1007ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ.
Ἄγγελος
1008ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
Οἰδίπους
1009πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με.
Ἄγγελος
1010εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν.
Οἰδίπους
1011ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
Ἄγγελος
1012ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
Οἰδίπους
1013τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ.
Ἄγγελος
1014ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
Οἰδίπους
1015πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν;
Ἄγγελος
1016ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
Οἰδίπους
1017πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
Ἄγγελος
1018οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον.
Οἰδίπους
1019καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;
Ἄγγελος
1020ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ.
Οἰδίπους
1021ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο;
Ἄγγελος
1022δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
Οἰδίπους
1023κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα;
Ἄγγελος
1024ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία.
Οἰδίπους
1025σὺ δʼ ἐμπολήσας ἢ τυχών μʼ αὐτῷ δίδως;
Ἄγγελος
1026εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
Οἰδίπους
1027ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;
Ἄγγελος
1028ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν.
Οἰδίπους
1029ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
Ἄγγελος
1030σοῦ τʼ, ὦ τέκνον, σωτήρ γε τῷ τότʼ ἐν χρόνῳ.
Οἰδίπους
1031τί δʼ ἄλγος ἴσχοντʼ ἀγκάλαις με λαμβάνεις;
Ἄγγελος
1032ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά·
Οἰδίπους
1033οἴμοι, τί τοῦτʼ ἀρχαῖον ἐννέπεις κακόν;
Ἄγγελος
1034λύω σʼ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
Οἰδίπους
1035δεινόν γʼ ὄνειδος σπαργάνων ἀνειλόμην.
Ἄγγελος
1036ὥστʼ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.
Οἰδίπους
1037ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.
Ἄγγελος
1038οὐκ οἶδʼ· ὁ δοὺς δὲ ταῦτʼ ἐμοῦ λῷον φρονεῖ.
Οἰδίπους
1039ἦ γὰρ παρʼ ἄλλου μʼ ἔλαβες οὐδʼ αὐτὸς τυχών;
Ἄγγελος
1040οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.
Οἰδίπους
1041τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;
Ἄγγελος
1042τῶν Λαΐου δήπου τις ὠνομάζετο.
Οἰδίπους
1043ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;
Ἄγγελος
1044μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.
Οἰδίπους
1045ἦ κἄστʼ ἔτι ζῶν οὗτος, ὥστʼ ἰδεῖν ἐμέ;
Ἄγγελος
1046ὑμεῖς γʼ ἄριστʼ εἰδεῖτʼ ἂν οὑπιχώριοι.
Οἰδίπους
1047ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,
1048ὅστις κάτοιδε τὸν βοτῆρʼ ὃν ἐννέπει,
1049εἴτʼ οὖν ἐπʼ ἀγρῶν εἴτε κἀνθάδʼ εἰσιδών;
1050σημήναθʼ, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε.
Χορός
1051οἶμαι μὲν οὐδένʼ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν,
1052ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ
1053ἥδʼ ἂν τάδʼ οὐχ ἥκιστʼ ἂν Ἰοκάστη λέγοι.
Οἰδίπους
1054γύναι, νοεῖς ἐκεῖνον, ὅντινʼ ἀρτίως
1055μολεῖν ἐφιέμεσθα; τόνδʼ οὗτος λέγει;
Ἰοκάστη
1056τί δʼ ὅντινʼ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ
1057ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.
Οἰδίπους
1058οὐκ ἂν γένοιτο τοῦθʼ ὅπως ἐγὼ λαβὼν
1059σημεῖα τοιαῦτʼ οὐ φανῶ τοὐμὸν γένος.
Ἰοκάστη
1060μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου
1061κήδει, ματεύσῃς τοῦθʼ· ἅλις νοσοῦσʼ ἐγώ.
Οἰδίπους
1062θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼ
1063μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.
Ἰοκάστη
1064ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.
Οἰδίπους
1065οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς.
Ἰοκάστη
1066καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω.
Οἰδίπους
1067τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι.
Ἰοκάστη
1068ὦ δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ.
Οἰδίπους
1069ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
1070ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει.
Ἰοκάστη
1071ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σʼ ἔχω
1072μόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον.
Χορός
1073τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίας
1074ᾄξασα λύπης ἡ γυνή; δέδοιχʼ ὅπως
1075μὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά.
Οἰδίπους
1076ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δʼ ἐγώ,
1077κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι.
1078αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
1079τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
1080ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
1081τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
1082τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
1083μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
1084τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι
1085ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος.