The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Choral 10

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 10

Strophe 1

Χορός

1086εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις,

1087οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,

1090οὐκ ἔσει τὰν αὔριον

1091πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν

1092καὶ τροφὸν καὶ ματέρʼ αὔξειν,

1095καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις.

1096ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτʼ ἀρέστʼ εἴη.

Antistrophe 1

Χορός

1098τίς σε, τέκνον, τίς σʼ ἔτικτε τᾶν μακραιώνων ἄρα

1100Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσʼ;

1101ἢ σέ γʼ εὐνάτειρά τις

1102Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·

1105εἴθʼ ὁ Κυλλάνας ἀνάσσων,

1106εἴθʼ ὁ Βακχεῖος θεὸς ναίων ἐπʼ ἄκρων ὀρέων σʼ εὕρημα δέξατʼ ἔκ του

1107Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.