The Greek Library Author

Sophocles

Οἰδίπους Τύραννος

Choral 6

Title variantsΟἰδίπους Τύραννος · Oedipus tyrannus · Oedipus Rex · Oedipus Tyrannus · Œdipe roi · Oedipe roi

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 6

Strophe 1

Χορός

649πιθοῦ θελήσας φρονήσας τʼ, ἄναξ, λίσσομαι.

Οἰδίπους

650τί σοι θέλεις δῆτʼ εἰκάθω;

Χορός

651τὸν οὔτε πρὶν νήπιον νῦν τʼ ἐν ὅρκῳ μέγαν καταίδεσαι.

Οἰδίπους

652οἶσθʼ οὖν ἃ χρῄζεις;

Χορός

653οἶδα.

Οἰδίπους

654φράζε δὴ τί φής.

Χορός

655τὸν ἐναγῆ φίλον μήποτʼ ἐν αἰτίᾳ

656σὺν ἀφανεῖ λόγῳ σʼ ἄτιμον βαλεῖν.

Οἰδίπους

657εὖ νυν ἐπίστω, ταῦθʼ ὅταν ζητῇς, ἐμοὶ

658ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.

Strophe 2

Χορός

660οὐ τὸν πάντων θεῶν θεὸν πρόμον

661Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον

662ὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω.

665ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς

666τρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰ

667προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.

Οἰδίπους

668ὁ δʼ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν

670ἢ γῆς ἄτιμον τῆσδʼ ἀπωσθῆναι βίᾳ.

671τὸ γὰρ σόν, οὐ τὸ τοῦδʼ, ἐποικτίρω στόμα

672ἐλεινόν· οὗτος δʼ ἔνθʼ ἂν ᾖ στυγήσεται.

Κρέων

673στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅταν

674θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις

675αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.

Οἰδίπους

676οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ;

Κρέων

677πορεύσομαι,

678σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδʼ ἴσος.

Antistrophe 1

Χορός

679γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω;

Ἰοκάστη

680μαθοῦσά γʼ ἥτις ἡ τύχη.

Χορός

681δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον.

Ἰοκάστη

682ἀμφοῖν ἀπʼ αὐτοῖν;

Χορός

683ναίχι.

Ἰοκάστη

684καὶ τίς ἦν λόγος;

Χορός

685ἅλις ἔμοιγʼ, ἅλις, γᾶς προπονουμένας,

686φαίνεται ἔνθʼ ἔληξεν αὐτοῦ μένειν.

Οἰδίπους

687ὁρᾷς ἵνʼ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,

688τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;

Antistrophe 2

Χορός

690ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,

691ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα

692πεφάνθαι μʼ ἄν, εἴ σʼ ἐνοσφιζόμαν,

693ὅς τʼ ἐμὰν γᾶν φίλαν ἐν πόνοις

695ἀλύουσαν κατʼ ὀρθὸν οὔρισας,

696τανῦν τʼ εὔπομπος, ἂν γένοιο.

Ἰοκάστη

697πρὸς θεῶν δίδαξον κἄμʼ, ἄναξ, ὅτου ποτὲ

698μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.