The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 1

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Φύλαξ

0Φύλαξ

1θεοὺς μὲν αἰτῶ τῶνδʼ ἀπαλλαγὴν πόνων

2φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος

3στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,

4ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,

5καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς

6λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι

7ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.

8καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,

9αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν

10ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ

11γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.

12εὖτʼ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τʼ ἔχω

13εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην

14ἐμήν· φόβος γὰρ ἀνθʼ ὕπνου παραστατεῖ,

15τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ·

16ὅταν δʼ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,

17ὕπνου τόδʼ ἀντίμολπον ἐντέμνων ἄκος,

18κλαίω τότʼ οἴκου τοῦδε συμφορὰν στένων

19οὐχ ὡς τὰ πρόσθʼ ἄριστα διαπονουμένου.

20νῦν δʼ εὐτυχὴς γένοιτʼ ἀπαλλαγὴ πόνων

21εὐαγγέλου φανέντος ὀρφναίου πυρός.

22ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον

23φάος πιφαύσκων καὶ χορῶν κατάστασιν

24πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.

25ἰοὺ ἰού.

26Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς

27εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις

28ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι

29ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις

30ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει·

31αὐτός τʼ ἔγωγε φροίμιον χορεύσομαι.

32τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι

33τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.

34γένοιτο δʼ οὖν μολόντος εὐφιλῆ χέρα

35ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.

36τὰ δʼ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας

37βέβηκεν· οἶκος δʼ αὐτός, εἰ φθογγὴν λάβοι,

38σαφέστατʼ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ

39μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.

Anapests 1

Χορός

40δέκατον μὲν ἔτος τόδʼ ἐπεὶ Πριάμου

41μέγας ἀντίδικος,

42Μενέλαος ἄναξ ἠδʼ Ἀγαμέμνων,

43διθρόνου Διόθεν καὶ δισκήπτρου

44τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν

45στόλον Ἀργείων χιλιοναύτην,

46τῆσδʼ ἀπὸ χώρας

47ἦραν, στρατιῶτιν ἀρωγὰν,

48μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη

49τρόπον αἰγυπιῶν, οἵτʼ ἐκπατίοις

50ἄλγεσι παίδων ὕπατοι λεχέων

51στροφοδινοῦνται

52πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,

53δεμνιοτήρη

54πόνον ὀρταλίχων ὀλέσαντες·

55ὕπατος δʼ ἀίων ἤ τις Ἀπόλλων

56ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον

57γόον ὀξυβόαν τῶνδε μετοίκων

58ὑστερόποινον

59πέμπει παραβᾶσιν Ἐρινύν.

60οὕτω δʼ Ἀτρέως παῖδας ὁ κρείσσων

61ἐπʼ Ἀλεξάνδρῳ πέμπει ξένιος

62Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς

63πολλὰ παλαίσματα καὶ γυιοβαρῆ

64γόνατος κονίαισιν ἐρειδομένου

65διακναιομένης τʼ ἐν προτελείοις

66κάμακος θήσων Δαναοῖσι

67Τρωσί θʼ ὁμοίως. ἔστι δʼ ὅπη νῦν

68ἔστι· τελεῖται δʼ ἐς τὸ πεπρωμένον·

69οὔθʼ ὑποκαίων οὔθʼ ὑπολείβων

70οὔτε δακρύων ἀπύρων ἱερῶν

71ὀργὰς ἀτενεῖς παραθέλξει.

72ἡμεῖς δʼ ἀτίται σαρκὶ παλαιᾷ

73τῆς τότʼ ἀρωγῆς ὑπολειφθέντες

74μίμνομεν ἰσχὺν

75ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.

76ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων

77ἐντὸς ἀνᾴσσων

78ἰσόπρεσβυς, Ἄρης δʼ οὐκ ἔνι χώρᾳ,

79τό θʼ ὑπέργηρων φυλλάδος ἤδη

80κατακαρφομένης τρίποδας μὲν ὁδοὺς

81στείχει, παιδὸς δʼ οὐδὲν ἀρείων

82ὄναρ ἡμερόφαντον ἀλαίνει.

83σὺ δέ, Τυνδάρεω

84θύγατερ, βασίλεια Κλυταιμήστρα,

85τί χρέος; τί νέον; τί δʼ ἐπαισθομένη,

86τίνος ἀγγελίας

87πειθοῖ περίπεμπτα θυοσκεῖς;

88πάντων δὲ θεῶν τῶν ἀστυνόμων,

89ὑπάτων, χθονίων,

90τῶν τʼ οὐρανίων τῶν τʼ ἀγοραίων,

91βωμοὶ δώροισι φλέγονται·

92ἄλλη δʼ ἄλλοθεν οὐρανομήκης

93λαμπὰς ἀνίσχει,

94φαρμασσομένη χρίματος ἁγνοῦ

95μαλακαῖς ἀδόλοισι παρηγορίαις,

96πελάνῳ μυχόθεν βασιλείῳ.

97τούτων λέξασʼ ὅ τι καὶ δυνατὸν

98καὶ θέμις αἰνεῖν,

99παιών τε γενοῦ τῆσδε μερίμνης,

100ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,

101τοτὲ δʼ ἐκ θυσιῶν ἀγανὴ φαίνουσʼ

102ἐλπὶς ἀμύνει φροντίδʼ ἄπληστον

103τῆς θυμοβόρου φρένα λύπης.