Ἀγαμέμνων
Episode 7
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 7
Anapests 1
Χορός
782ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθʼ,
783Ἀτρέως γένεθλον,
785πῶς σε προσείπω; πῶς σε σεβίζω
786μήθʼ ὑπεράρας μήθʼ ὑποκάμψας
787καιρὸν χάριτος;
788πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
789προτίουσι δίκην παραβάντες.
790τῷ δυσπραγοῦντι δʼ ἐπιστενάχειν
791πᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπης
792οὐδὲν ἐφʼ ἧπαρ προσικνεῖται·
793καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
794ἀγέλαστα πρόσωπα βιαζόμενοι.
795ὅστις δʼ ἀγαθὸς προβατογνώμων,
796οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,
797τὰ δοκοῦντʼ εὔφρονος ἐκ διανοίας
798ὑδαρεῖ σαίνειν φιλότητι.
799σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
800Ἑλένης ἕνεκʼ, οὐ γάρ σʼ ἐπικεύσω,
801κάρτʼ ἀπομούσως ἦσθα γεγραμμένος,
802οὐδʼ εὖ πραπίδων οἴακα νέμων
803θράσος ἐκ θυσιῶν
804ἀνδράσι θνῄσκουσι κομίζων.
805νῦν δʼ οὐκ ἀπʼ ἄκρας φρενὸς οὐδʼ ἀφίλως
807εὔφρων πόνος εὖ τελέσασιν.
808γνώσῃ δὲ χρόνῳ διαπευθόμενος
809τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν.
Ἀγαμέμνων
810πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
811δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
812νόστου δικαίων θʼ ὧν ἐπραξάμην πόλιν
813Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ
814κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς
815ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
816ψήφους ἔθεντο· τῷ δʼ ἐναντίῳ κύτει
817ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
818καπνῷ δʼ ἁλοῦσα νῦν ἔτʼ εὔσημος πόλις.
819ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲ
820σποδὸς προπέμπει πίονας πλούτου πνοάς.
821τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
822τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους
823ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα
824πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
825ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,
826πήδημʼ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·
827ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
828ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
829θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·
830τὰ δʼ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων,
831καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μʼ ἔχεις.
832παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
833φίλον τὸν εὐτυχοῦντʼ ἄνευ φθόνου σέβειν.
834δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
835ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
836τοῖς τʼ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
837καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
838εἰδὼς λέγοιμʼ ἄν, εὖ γὰρ ἐξεπίσταμαι
839ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς
840δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
841μόνος δʼ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
842ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος·
843εἴτʼ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω.
844τὰ δʼ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
845κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
846βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
847ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·
848ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
849ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
850πειρασόμεσθα πῆμʼ ἀποστρέψαι νόσου.
851νῦν δʼ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
852ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
853οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
854νίκη δʼ ἐπείπερ ἕσπετʼ, ἐμπέδως μένοι.
Κλυταιμήστρα
855ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,
856οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
857λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δʼ ἀποφθίνει
858τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα
859μαθοῦσʼ, ἐμαυτῆς δύσφορον λέξω βίον
860τοσόνδʼ ὅσον περ οὗτος ἦν ὑπʼ Ἰλίῳ.
861τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
862ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
863πολλὰς κλύουσαν κληδόνας παλιγκότους·
864καὶ τὸν μὲν ἥκειν, τὸν δʼ ἐπεσφέρειν κακοῦ
865κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.
866καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
867ἀνὴρ ὅδʼ, ὡς πρὸς οἶκον ὠχετεύετο
868φάτις, τέτρηται δικτύου πλέον λέγειν.
869εἰ δʼ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,
870τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος
871πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,
872χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,
873ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.
874τοιῶνδʼ ἕκατι κληδόνων παλιγκότων
875πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης
876ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.
877ἐκ τῶνδέ τοι παῖς ἐνθάδʼ οὐ παραστατεῖ,
878ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,
879ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε.
880τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος
881Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα
882ἐμοὶ προφωνῶν, τόν θʼ ὑπʼ Ἰλίῳ σέθεν
883κίνδυνον, εἴ τε δημόθρους ἀναρχία
884βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
885βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
886τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
Κλυταιμήστρα
887ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
888πηγαὶ κατεσβήκασιν, οὐδʼ ἔνι σταγών.
889ἐν ὀψικοίτοις δʼ ὄμμασιν βλάβας ἔχω
890τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
891ἀτημελήτους αἰέν. ἐν δʼ ὀνείρασιν
892λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
893ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
894ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
895νῦν ταῦτα πάντα τλᾶσʼ ἀπενθήτῳ φρενὶ
896λέγοιμʼ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
897σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
898στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
899καὶ γῆν φανεῖσαν ναυτίλοις παρʼ ἐλπίδα,
900κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
901ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος·
902τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
903τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
904φθόνος δʼ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακὰ
905ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,
906ἔκβαινʼ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
907τὸν σὸν πόδʼ, ὦναξ, Ἰλίου πορθήτορα.
908δμῳαί, τί μέλλεθʼ, αἷς ἐπέσταλται τέλος
909πέδον κελεύθου στρωννύναι πετάσμασιν;
910εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
911ἐς δῶμʼ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
912τὰ δʼ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
913θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.
Ἀγαμέμνων
914Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
915ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·
916μακρὰν γὰρ ἐξέτεινας· ἀλλʼ ἐναισίμως
917αἰνεῖν, παρʼ ἄλλων χρὴ τόδʼ ἔρχεσθαι γέρας·
918καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
919ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
920χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
921μηδʼ εἵμασι στρώσασʼ ἐπίφθονον πόρον
922τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·
923ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
924βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
925λέγω κατʼ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
926χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
927κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
928θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
929βίον τελευτήσαντʼ ἐν εὐεστοῖ φίλῃ.
930εἰ πάντα δʼ ὣς πράσσοιμʼ ἄν, εὐθαρσὴς ἐγώ.
Κλυταιμήστρα
931καὶ μὴν τόδʼ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
Ἀγαμέμνων
932γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντʼ ἐμέ.
Κλυταιμήστρα
933ηὔξω θεοῖς δείσας ἂν ὧδʼ ἔρδειν τάδε.
Ἀγαμέμνων
934εἴπερ τις, εἰδώς γʼ εὖ τόδʼ ἐξεῖπον τέλος.
Κλυταιμήστρα
935τί δʼ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδʼ ἤνυσεν;
Ἀγαμέμνων
936ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
Κλυταιμήστρα
937μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
Ἀγαμέμνων
938φήμη γε μέντοι δημόθρους μέγα σθένει.
Κλυταιμήστρα
939ὁ δʼ ἀφθόνητός γʼ οὐκ ἐπίζηλος πέλει.
Ἀγαμέμνων
940οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.
Κλυταιμήστρα
941τοῖς δʼ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
Ἀγαμέμνων
942ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
Κλυταιμήστρα
943πιθοῦ· κράτος μέντοι πάρες γʼ ἑκὼν ἐμοί.
Ἀγαμέμνων
944ἀλλʼ εἰ δοκεῖ σοι ταῦθʼ, ὑπαί τις ἀρβύλας
945λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
946καὶ τοῖσδέ μʼ ἐμβαίνονθʼ ἁλουργέσιν θεῶν
947μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
948πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
949φθείροντα πλοῦτον ἀργυρωνήτους θʼ ὑφάς.
950τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς
951τήνδʼ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
952θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
953ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
954αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
955ἄνθος, στρατοῦ δώρημʼ, ἐμοὶ ξυνέσπετο.
956ἐπεὶ δʼ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
957εἶμʼ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
Κλυταιμήστρα
958ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
959τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
960κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
961οἶκος δʼ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
962ἔχειν· πένεσθαι δʼ οὐκ ἐπίσταται δόμος.
963πολλῶν πατησμὸν δʼ εἱμάτων ἂν ηὐξάμην,
964δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
965ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
966ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετʼ ἐς δόμους,
967σκιὰν ὑπερτείνασα σειρίου κυνός.
968καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
969θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·
970ὅταν δὲ τεύχῃ Ζεὺς ἀπʼ ὄμφακος πικρᾶς
971οἶνον, τότʼ ἤδη ψῦχος ἐν δόμοις πέλει,
972ἀνδρὸς τελείου δῶμʼ ἐπιστρωφωμένου.
973Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
974μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.