The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 9

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 9

Κλυταιμήστρα

1035εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,

1036ἐπεί σʼ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις

1037κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα

1038δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας·

1039ἔκβαινʼ ἀπήνης τῆσδε, μηδʼ ὑπερφρόνει.

1040καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ

1041πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.

1042εἰ δʼ οὖν ἀνάγκη τῆσδʼ ἐπιρρέποι τύχης,

1043ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.

1044οἳ δʼ οὔποτʼ ἐλπίσαντες ἤμησαν καλῶς,

1045ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.

1046ἔχεις παρʼ ἡμῶν οἷά περ νομίζεται.

Χορός

1047σοί τοι λέγουσα παύεται σαφῆ λόγον.

1048ἐντός δʼ ἂν οὖσα μορσίμων ἀγρευμάτων

1049πείθοιʼ ἄν, εἰ πείθοιʼ· ἀπειθοίης δʼ ἴσως.

Κλυταιμήστρα

1050ἀλλʼ εἴπερ ἐστι μὴ χελιδόνος δίκην

1051ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,

1052ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.

Χορός

1053ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.

1054πιθοῦ λιποῦσα τόνδʼ ἁμαξήρη θρόνον.

Κλυταιμήστρα

1055οὔτοι θυραίᾳ τῇδʼ ἐμοὶ σχολὴ πάρα

1056τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου

1057ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,

1058ὡς οὔποτʼ ἐλπίσασι τήνδʼ ἕξειν χάριν.

1059σὺ δʼ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.

1060εἰ δʼ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,

1061σὺ δʼ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.

Χορός

1062ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ

1063δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.

Κλυταιμήστρα

1064ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,

1065ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον

1066ἥκει, χαλινὸν δʼ οὐκ ἐπίσταται φέρειν,

1067πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.

1068οὐ μὴν πλέω ῥίψασʼ ἀτιμασθήσομαι.

Χορός

1069ἐγὼ δʼ, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.

1070ἴθʼ, ὦ τάλαινα, τόνδʼ ἐρημώσασʼ ὄχον,

1071εἴκουσʼ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.