Ἀγαμέμνων
Choral 14
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 14
Strophe 1
Χορός
1448φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
1449μηδὲ δεμνιοτήρης,
1450μόλοι τὸν αἰεὶ φέρουσʼ ἐν ἡμῖν
1451Μοῖρʼ ἀτέλευτον ὕπνον, δαμέντος
1452φύλακος εὐμενεστάτου καὶ
1453πολλὰ τλάντος γυναικὸς διαί·
1454πρὸς γυναικὸς δʼ ἀπέφθισεν βίον.
Ephymn. 1
Χορός
1455ἰὼ ἰὼ παράνους Ἑλένα
1456μία τὰς πολλάς, τάς πάνυ πολλὰς
1457ψυχὰς ὀλέσασʼ ὑπὸ Τροίᾳ.
1458νῦν δὲ τελέαν πολύμναστον ἐπηνθίσω
1460διʼ αἷμʼ ἄνιπτον. ἦ τις ἦν τότʼ ἐν δόμοις
1461ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.
Anapests 3
Κλυταιμήστρα
1462μηδὲν θανάτου μοῖραν ἐπεύχου
1463τοῖσδε βαρυνθείς·
1464μηδʼ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
1465ὡς ἀνδρολέτειρʼ, ὡς μία πολλῶν
1466ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασʼ
1467ἀξύστατον ἄλγος ἔπραξεν.
Antistrophe 1
Χορός
1468δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-
1469οισι Τανταλίδαισιν,
1470κράτος τʼ ἰσόψυχον ἐκ γυναικῶν
1471καρδιόδηκτον ἐμοὶ κρατύνεις.
1472ἐπὶ δὲ σώματος δίκαν μοι
1473κόρακος ἐχθροῦ σταθεῖσʼ ἐκνόμως
1474ὕμνον ὑμνεῖν ἐπεύχεται ˘¯
Anapests 5
Κλυταιμήστρα
1475νῦν δʼ ὤρθωσας στόματος γνώμην,
1476τὸν τριπάχυντον
1477δαίμονα γέννης τῆσδε κικλήσκων.
1478ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
1479νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
1480τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
Strophe 2
Χορός
1481ἦ μέγαν οἰκονόμον
1482δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
1483φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
1484ρᾶς τύχας ἀκορέστου·
1485ἰὴ ἰή, διαὶ Διὸς
1486παναιτίου πανεργέτα·
1487τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
1488τί τῶνδʼ οὐ θεόκραντόν ἐστιν;
Ephymn. 2
Χορός
1489ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
1490πῶς σε δακρύσω;
1491φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω;
1492κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
1493ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
1494ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
1495δολίῳ μόρῳ δαμεὶς δάμαρτος
1496ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
Anapests 8
Κλυταιμήστρα
1497αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν;
1498μηδʼ ἐπιλεχθῇς
1499Ἀγαμεμνονίαν εἶναί μʼ ἄλοχον.
1500φανταζόμενος δὲ γυναικὶ νεκροῦ
1501τοῦδʼ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
1502Ἀτρέως χαλεποῦ θοινατῆρος
1503τόνδʼ ἀπέτεισεν,
1504τέλεον νεαροῖς ἐπιθύσας.
Antistrophe 2
Χορός
1505ὡς μὲν ἀναίτιος εἶ
1506τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
1507πῶς πῶς; πατρόθεν δὲ συλλή-
1508πτωρ γένοιτʼ ἂν ἀλάστωρ.
1509βιάζεται δʼ ὁμοσπόροις
1510ἐπιρροαῖσιν αἱμάτων
1511μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
1512πάχνᾳ κουροβόρῳ παρέξει.
Ephymn 2
Χορός
1513ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
1514πῶς σε δακρύσω;
1515φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω;
1516κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
1517ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
1518ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
1519δολίῳ μόρῳ δαμεὶς
1520ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
Anapests 11
Κλυταιμήστρα
1521οὔτʼ ἀνελεύθερον οἶμαι θάνατον
1522τῷδε γενέσθαι.
1523οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
1524οἴκοισιν ἔθηκʼ;
1525ἀλλʼ ἐμὸν ἐκ τοῦδʼ ἔρνος ἀερθέν.
1526τὴν πολυκλαύτην Ἰφιγενείαν,
1527ἄξια δράσας ἄξια πάσχων
1528μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
1529ξιφοδηλήτῳ,
1529bθανάτῳ τείσας ἅπερ ἦρξεν.
Strophe 3
Χορός
1530ἀμηχανῶ φροντίδος στερηθεὶς
1531εὐπάλαμον μέριμναν
1532ὅπα τράπωμαι, πίτνοντος οἴκου.
1533δέδοικα δʼ ὄμβρου κτύπον δομοσφαλῆ
1534τὸν αἱματηρόν· ψακὰς δὲ λήγει.
1535δίκην δʼ ἐπʼ ἄλλο πρᾶγμα θηγάνει βλάβης
1536πρὸς ἄλλαις θηγάναισι μοῖρα.
Ephymn 3
Χορός
1537ἰὼ γᾶ γᾶ, εἴθʼ ἔμʼ ἐδέξω,
1538πρὶν τόνδʼ ἐπιδεῖν ἀργυροτοίχου
1540δροίτης κατέχοντα χάμευναν.
1541τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
1542ἦ σὺ τόδʼ ἔρξαι τλήσῃ, κτείνασʼ
1543ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
1545ψυχῇ τʼ ἄχαριν χάριν ἀντʼ ἔργων
1546μεγάλων ἀδίκως ἐπικρᾶναι;
1547τίς δʼ ἐπιτύμβιον αἶνον ἐπʼ ἀνδρὶ θείῳ
1548σὺν δακρύοις ἰάπτων
1550ἀληθείᾳ φρενῶν πονήσει;
Anapests 14
Κλυταιμήστρα
1551οὐ σὲ προσήκει τὸ μέλημʼ ἀλέγειν
1552τοῦτο· πρὸς ἡμῶν
1553κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
1554οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
1555ἀλλʼ Ἰφιγένειά νιν ἀσπασίως
1556θυγάτηρ, ὡς χρή,
1557πατέρʼ ἀντιάσασα πρὸς ὠκύπορον
1558πόρθμευμʼ ἀχέων
1559περὶ χεῖρε βαλοῦσα φιλήσει.
Antistrophe 3
Χορός
1560ὄνειδος ἥκει τόδʼ ἀντʼ ὀνείδους.
1561δύσμαχα δʼ ἔστι κρῖναι.
1562φέρει φέροντʼ, ἐκτίνει δʼ ὁ καίνων.
1563μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
1564παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
1565τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
1566κεκόλληται γένος πρὸς ἄτᾳ.
Anapests 16
Κλυταιμήστρα
1567ἐς τόνδʼ ἐνέβης ξὺν ἀληθείᾳ
1568χρησμόν. ἐγὼ δʼ οὖν
1569ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
1570ὅρκους θεμένη τάδε μὲν στέργειν,
1571δύστλητά περ ὄνθʼ· ὃ δὲ λοιπόν, ἰόντʼ
1572ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
1573τρίβειν θανάτοις αὐθένταισι.
1574κτεάνων τε μέρος
1575aβαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι
1575bμανίας μελάθρων
1576ἀλληλοφόνους ἀφελούσῃ.