Ἀγαμέμνων
Choral 10
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 10
Strophe 1
Κασάνδρα
1072ὀτοτοτοῖ πόποι δᾶ.
1073Ὦπολλον Ὦπολλον.
Χορός
1074τί ταῦτʼ ἀνωτότυξας ἀμφὶ Λοξίου;
1075οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
Antistrophe 1
Κασάνδρα
1076ὀτοτοτοῖ πόποι δᾶ.
1077Ὦπολλον Ὦπολλον.
Χορός
1078ἡ δʼ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
1079οὐδὲν προσήκοντʼ ἐν γόοις παραστατεῖν.
Strophe 2
Κασάνδρα
1080Ἄπολλον Ἄπολλον
1081ἀγυιᾶτʼ, ἀπόλλων ἐμός.
1082ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
Χορός
1083χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
1084μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
Antistrophe 2
Κασάνδρα
1085Ἄπολλον Ἄπολλον
1086ἀγυιᾶτʼ, ἀπόλλων ἐμός.
1087ἆ ποῖ ποτʼ ἤγαγές με; πρὸς ποίαν στέγην;
Χορός
1088πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδʼ ἐννοεῖς,
1089ἐγὼ λέγω σοι· καὶ τάδʼ οὐκ ἐρεῖς ψύθη.
Strophe 3
Κασάνδρα
1090μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
1091αὐτόφονα κακὰ καρατόμα,
1092ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.
Χορός
1093ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
1094εἶναι, ματεύει δʼ ὧν ἀνευρήσει φόνον.
Antistrophe 3
Κασάνδρα
1095μαρτυρίοισι γὰρ τοῖσδʼ ἐπιπείθομαι·
1096κλαιόμενα τάδε βρέφη σφαγάς,
1097ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
Χορός
1098τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοι
1099ἦμεν· προφήτας δʼ οὔτινας ματεύομεν.
Strophe 4
Κασάνδρα
1100ἰὼ πόποι, τί ποτε μήδεται;
1101τί τόδε νέον ἄχος μέγα
1102μέγʼ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
1103ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δʼ
1104ἑκὰς ἀποστατεῖ.
Χορός
1105τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
1106ἐκεῖνα δʼ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.
Antistrophe 4
Κασάνδρα
1107ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
1108τὸν ὁμοδέμνιον πόσιν
1109λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;
1110τάχος γὰρ τόδʼ ἔσται· προτείνει δὲ χεὶρ ἐκ
1111χερὸς ὀρέγματα.
Χορός
1112οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
1113ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Strophe 5
Κασάνδρα
1114ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
1115ἦ δίκτυόν τί γʼ Ἅιδου;
1116ἀλλʼ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
1117φόνου. στάσις δʼ ἀκόρετος γένει
1118κατολολυξάτω θύματος λευσίμου.
Χορός
1119ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
1120ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
1121ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
1122σταγών, ἅτε καιρία πτώσιμος
1123ξυνανύτει βίου δύντος αὐγαῖς·
1124ταχεῖα δʼ ἄτα πέλει.
Antistrophe 5
Κασάνδρα
1125ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς
1126τὸν ταῦρον· ἐν πέπλοισι
1127μελαγκέρῳ λαβοῦσα μηχανήματι
1128τύπτει· πίτνει δʼ ἐν ἐνύδρῳ τεύχει.
1129δολοφόνου λέβητος τύχαν σοι λέγω.
Χορός
1130οὐ κομπάσαιμʼ ἂν θεσφάτων γνώμων ἄκρος
1131εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
1132ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
1133βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ
1134πολυεπεῖς τέχναι θεσπιῳδὸν
1135φόβον φέρουσιν μαθεῖν.
Strophe 6
Κασάνδρα
1136ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι·
1137τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν.
1138ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
1139οὐδέν ποτʼ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
Χορός
1140φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
1141φὶ δʼ αὑτᾶς θροεῖς
1142νόμον ἄνομον, οἷά τις ξουθὰ
1143ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίν
1144Ἴτυν Ἴτυν στένουσʼ ἀμφιθαλῆ κακοῖς
1145ἀηδὼν βίον.
Antistrophe 6
Κασάνδρα
1146ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·
1147περέβαλον γάρ οἱ πτεροφόρον δέμας
1148θεοὶ γλυκύν τʼ αἰῶνα κλαυμάτων ἄτερ·
1149ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
Χορός
1150πόθεν ἐπισσύτους θεοφόρους τʼ ἔχεις
1151ματαίους δύας,
1152τὰ δʼ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
1153μελοτυπεῖς ὁμοῦ τʼ ὀρθίοις ἐν νόμοις;
1154πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
1155κακορρήμονας;
Strophe 7
Κασάνδρα
1156ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
1157ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
1158τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαινʼ
1159ἠνυτόμαν τροφαῖς·
1160νῦν δʼ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
1161ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.
Χορός
1162τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
1163νεόγονος ἂν ἀΐων μάθοι.
1164πέπληγμαι δʼ ὑπαὶ δάκει φοινίῳ
1165δυσαλγεῖ τύχᾳ μινυρὰ κακὰ θρεομένας,
1166θραύματʼ ἐμοὶ κλύειν.
Antistrophe 7
Κασάνδρα
1167ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.
1168ἰὼ πρόπυργοι θυσίαι πατρὸς
1169πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δʼ
1170οὐδὲν ἐπήρκεσαν
1171τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
1172ἐγὼ δὲ θερμόνους τάχʼ ἐν πέδῳ βαλῶ.
Χορός
1173ἑπόμενα προτέροισι τάδʼ ἐφημίσω.
1174καί τίς σε κακοφρονῶν τίθη-
1175σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
1176μελίζειν πάθη γοερὰ θανατοφόρα.
1177τέρμα δʼ ἀμηχανῶ.