The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 13

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 13

Κλυταιμήστρα

1431καὶ τήνδʼ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·

1432μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,

1433Ἄτην Ἐρινύν θʼ, αἷσι τόνδʼ ἔσφαξʼ ἐγώ,

1434οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,

1435ἕως ἂν αἴθῃ πῦρ ἐφʼ ἑστίας ἐμῆς

1436Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.

1437οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.

1438κεῖται γυναικὸς τῆσδε λυμαντήριος,

1439Χρυσηίδων μείλιγμα τῶν ὑπʼ Ἰλίῳ·

1440ἥ τʼ αἰχμάλωτος ἥδε καὶ τερασκόπος

1441καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος

1442πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων

1443ἰσοτριβής. ἄτιμα δʼ οὐκ ἐπραξάτην.

1444ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην

1445τὸν ὕστατον μέλψασα θανάσιμον γόον

1446κεῖται, φιλήτωρ τοῦδʼ· ἐμοὶ δʼ ἐπήγαγεν

1447εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.