Ἀγαμέμνων
Choral 8
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 8
Strophe 1
Χορός
975τίπτε μοι τόδʼ ἐμπέδως
976δεῖμα προστατήριον
977καρδίας τερασκόπου ποτᾶται,
978μαντιπολεῖ δʼ ἀκέλευστος ἄμισθος ἀοιδά,
980οὐδʼ ἀποπτύσαι δίκαν
981δυσκρίτων ὀνειράτων
982θάρσος εὐπειθὲς ἵ-
983ζει φρενὸς φίλον θρόνον;
984χρόνος δʼ ἐπὶ πρυμνησίων ξυνεμβολαῖς
985ψαμμίʼ ἀκτᾶς παρή-
986μησεν, εὖθʼ ὑπʼ Ἴλιον
987ὦρτο ναυβάτας στρατός.
Antistrophe 1
Χορός
988πεύθομαι δʼ ἀπʼ ὀμμάτων
989νόστον, αὐτόμαρτυς ὤν·
990τὸν δʼ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ
991θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
992θυμός, οὐ τὸ πᾶν ἔχων
993ἐλπίδος φίλον θράσος.
995σπλάγχνα δʼ οὔτοι ματᾴ-
996ζει πρὸς ἐνδίκοις φρεσὶν
997τελεσφόροις δίναις κυκώμενον κέαρ.
998εὔχομαι δʼ ἐξ ἐμᾶς
999ἐλπίδος ψύθη πεσεῖν
1000ἐς τὸ μὴ τελεσφόρον.
Strophe 2
Χορός
1001μάλα γέ τοι τὸ μεγάλας ὑγιείας
1002ἀκόρεστον τέρμα· νόσος γάρ
1003γείτων ὁμότοιχος ἐρείδει.
1005καὶ πότμος εὐθυπορῶν
1007ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
1008καὶ πρὸ μέν τι χρημάτων
1009κτησίων ὄκνος βαλὼν
1010σφενδόνας ἀπʼ εὐμέτρου,
1011οὐκ ἔδυ πρόπας δόμος
1012πημονᾶς γέμων ἄγαν,
1013οὐδʼ ἐπόντισε σκάφος.
1014πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-
1015φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
1016νῆστιν ὤλεσεν νόσον.
Antistrophe 2
Χορός
1017τὸ δʼ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
1020πρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂν
1021πάλιν ἀγκαλέσαιτʼ ἐπαείδων;
1022οὐδὲ τὸν ὀρθοδαῆ
1023τῶν φθιμένων ἀνάγειν
1024Ζεὺς ἀπέπαυσεν ἐπʼ εὐλαβείᾳ;
1025εἰ δὲ μὴ τεταγμένα
1026μοῖρα μοῖραν ἐκ θεῶν
1027εἶργε μὴ πλέον φέρειν,
1028προφθάσασα καρδία
1029γλῶσσαν ἂν τάδʼ ἐξέχει.
1030νῦν δʼ ὑπὸ σκότῳ βρέμει
1031θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέν-
1032α ποτὲ καίριον ἐκτολυπεύσειν
1033ζωπυρουμένας φρενός.