Ἀγαμέμνων
Episode 3
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 3
Χορός
258ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
259δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
260γυναῖκʼ ἐρημωθέντος ἄρσενος θρόνου.
261σὺ δʼ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
262εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
263κλύοιμʼ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.
Κλυταιμήστρα
264εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
265ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
266πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
267Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
Χορός
268πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
Κλυταιμήστρα
269Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;
Χορός
270χαρά μʼ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
Κλυταιμήστρα
271εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
Χορός
272τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;
Κλυταιμήστρα
273ἔστιν· τί δʼ οὐχί; μὴ δολώσαντος θεοῦ.
Χορός
274πότερα δʼ ὀνείρων φάσματʼ εὐπιθῆ σέβεις;
Κλυταιμήστρα
275οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
Χορός
276ἀλλʼ ἦ σʼ ἐπίανέν τις ἄπτερος φάτις;
Κλυταιμήστρα
277παιδὸς νέας ὣς κάρτʼ ἐμωμήσω φρένας.
Χορός
278ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
Κλυταιμήστρα
279τῆς νῦν τεκούσης φῶς τόδʼ εὐφρόνης λέγω.
Χορός
280καὶ τίς τόδʼ ἐξίκοιτʼ ἂν ἀγγέλων τάχος;
Κλυταιμήστρα
281Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
282φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸς
283ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
284Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
285Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
286ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
287ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
288πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
289σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
290ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳ
291νικώμενος παρῆκεν ἀγγέλου μέρος·
292ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰς
293Μεσσαπίου φύλαξι σημαίνει μολόν.
294οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
295γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
296σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη,
297ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
298φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
299ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
300φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
301φρουρὰ πλέον καίουσα τῶν εἰρημένων·
302λίμνην δʼ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
303ὄρος τʼ ἐπʼ Αἰγίπλαγκτον ἐξικνούμενον
304ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
305πέμπουσι δʼ ἀνδαίοντες ἀφθόνῳ μένει
306φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
307πορθμοῦ κάτοπτον πρῶνʼ ὑπερβάλλειν πρόσω
308φλέγουσαν· ἔστʼ ἔσκηψεν εὖτʼ ἀφίκετο
309Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
310κἄπειτʼ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
311φάος τόδʼ οὐκ ἄπαππον Ἰδαίου πυρός.
312τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
313ἄλλος παρʼ ἄλλου διαδοχαῖς πληρούμενοι·
314νικᾷ δʼ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
315τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
316ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χορός
317θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
318λόγους δʼ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
319διηνεκῶς θέλοιμʼ ἂν ὡς λέγοις πάλιν.
Κλυταιμήστρα
320Τροίαν Ἀχαιοὶ τῇδʼ ἔχουσʼ ἐν ἡμέρᾳ.
321οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
322ὄξος τʼ ἄλειφά τʼ ἐγχέας ταὐτῷ κύτει
323διχοστατοῦντʼ ἄν, οὐ φίλω, προσεννέποις.
324καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
325φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
326οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
327ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
328παῖδες γερόντων οὐκέτʼ ἐξ ἐλευθέρου
329δέρης ἀποιμώζουσι φιλτάτων μόρον·
330τοὺς δʼ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
331νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
332τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
333ἀλλʼ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
334ἐν δʼ αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
335ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
336δρόσων τʼ ἀπαλλαγέντες, ὡς δʼ εὐδαίμονες
337ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
338εἰ δʼ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
339τοὺς τῆς ἁλούσης γῆς θεῶν θʼ ἱδρύματα,
340οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
341ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
342πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
343δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
344κάμψαι διαύλου θάτερον κῶλον πάλιν·
345θεοῖς δʼ ἀναμπλάκητος εἰ μόλοι στρατός,
346ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
347γένοιτʼ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
348τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·
349τὸ δʼ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.
350πολλῶν γὰρ ἐσθλῶν τήνδʼ ὄνησιν εἱλόμην.
Χορός
351γύναι, κατʼ ἄνδρα σώφρονʼ εὐφρόνως λέγεις.
352ἐγὼ δʼ ἀκούσας πιστά σου τεκμήρια
353θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
354χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
Anapests 1
Χορός
355ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
356μεγάλων κόσμων κτεάτειρα,
357ἥτʼ ἐπὶ Τροίας πύργοις ἔβαλες
358στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
359μήτʼ οὖν νεαρῶν τινʼ ὑπερτελέσαι
360μέγα δουλείας
361γάγγαμον, ἄτης παναλώτου.
362Δία τοι ξένιον μέγαν αἰδοῦμαι
363τὸν τάδε πράξαντʼ ἐπʼ Ἀλεξάνδρῳ
364τείνοντα πάλαι τόξον, ὅπως ἂν
365μήτε πρὸ καιροῦ μήθʼ ὑπὲρ ἄστρων
366βέλος ἠλίθιον σκήψειεν.