The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 15

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 15

Αἴγισθος

1577ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.

1578φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους

1579θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,

1580ἰδὼν ὑφαντοῖς ἐν πέπλοις, Ἐρινύων

1581τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,

1582χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.

1583Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,

1584πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,

1585αὑτοῦ δʼ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,

1586ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.

1587καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν

1588τλήμων Θυέστης μοῖραν ηὕρετʼ ἀσφαλῆ,

1589τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,

1590αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρ

1591Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶ

1592τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν

1593δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.

1594τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας

1595ἔθρυπτʼ, ἄνωθεν

1595bἀνδρακὰς καθήμενος.

1596ἄσημα δʼ αὐτῶν αὐτίκʼ ἀγνοίᾳ λαβὼν

1597ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.

1598κἄπειτʼ ἐπιγνοὺς ἔργον οὐ καταίσιον

1599ᾤμωξεν, ἀμπίπτει δʼ ἀπὸ σφαγὴν ἐρῶν,

1600μόρον δʼ ἄφερτον Πελοπίδαις ἐπεύχεται,

1601λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,

1602οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.

1603ἐκ τῶνδέ σοι πεσόντα τόνδʼ ἰδεῖν πάρα.

1604κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.

1605τρίτον γὰρ ὄντα μʼ ἐπὶ δυσαθλίῳ πατρὶ

1606συνεξελαύνει τυτθὸν ὄντʼ ἐν σπαργάνοις·

1607τραφέντα δʼ αὖθις ἡ δίκη κατήγαγεν.

1608καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,

1609πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.

1610οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,

1611ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.

Χορός

1612Αἴγισθʼ, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.

1613σὺ δʼ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,

1614μόνος δʼ ἔποικτον τόνδε βουλεῦσαι φόνον·

1615οὔ φημʼ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα

1616δημορριφεῖς, σάφʼ ἴσθι, λευσίμους ἀράς.

Αἴγισθος

1617σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος

1618κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;

1619γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ

1620τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.

1621δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες

1622δύαι διδάσκειν ἐξοχώταται φρενῶν

1623ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;

1624πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.

Χορός

1625γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων

1626οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμα

1627ἀνδρὶ στρατηγῷ τόνδʼ ἐβούλευσας μόρον;

Αἴγισθος

1628καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.

1629Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.

1630ὁ μὲν γὰρ ἦγε πάντʼ ἀπὸ φθογγῆς χαρᾷ,

1631σὺ δʼ ἐξορίνας νηπίοις ὑλάγμασιν

1632ἄξῃ· κρατηθεὶς δʼ ἡμερώτερος φανῇ.

Χορός

1633ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,

1634ὃς οὐκ, ἐπειδὴ τῷδʼ ἐβούλευσας μόρον,

1635δρᾶσαι τόδʼ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.

Αἴγισθος

1636τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς·

1637ἐγὼ δʼ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.

1638ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι

1639ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα

1640ζεύξω βαρείαις οὔτι μοι σειραφόρον

1641κριθῶντα πῶλον· ἀλλʼ ὁ δυσφιλὴς σκότῳ

1642λιμὸς ξύνοικος μαλθακόν σφʼ ἐπόψεται.

Χορός

1643τί δὴ τὸν ἄνδρα τόνδʼ ἀπὸ ψυχῆς κακῆς

1644οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ

1645χώρας μίασμα καὶ θεῶν ἐγχωρίων

1646ἔκτεινʼ;Ὀρέστης ἆρά που βλέπει φάος,

1647ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ

1648ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;

Close 1

Αἴγισθος

1649ἀλλʼ ἐπεὶ δοκεῖς τάδʼ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα

1650εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.

Χορός

1651εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.

Αἴγισθος

1652ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.

Χορός

1653δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δʼ αἱρούμεθα.

Κλυταιμήστρα

1654μηδαμῶς, ὦ φίλτατʼ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.

1655ἀλλὰ καὶ τάδʼ ἐξαμῆσαι πολλά, δύστηνον θέρος.

1656πημονῆς δʼ ἅλις γʼ ὑπάρχει· μηδὲν αἱματώμεθα.

1657στείχετʼ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις τούσδε

1658πρὶν παθεῖν εἴξαντες ὥρᾳ· χρῆν τάδʼ ὡς ἐπράξαμεν.

1659εἰ δέ τοι μόχθων γένοιτο τῶνδʼ ἅλις, δεχοίμεθʼ ἄν,

1660δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.

1661ὧδʼ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.

Αἴγισθος

1662ἀλλὰ τούσδʼ ἐμοὶ ματαίαν γλῶσσαν ὧδʼ ἀπανθίσαι

1663κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,

1664σώφρονος γνώμης θʼ ἁμαρτεῖν τὸν κρατοῦντά θʼ ὑβρίσαι.

Χορός

1665οὐκ ἂν Ἀργείων τόδʼ εἴη, φῶτα προσσαίνειν κακόν.

Αἴγισθος

1666ἀλλʼ ἐγώ σʼ ἐν ὑστέραισιν ἡμέραις μέτειμʼ ἔτι.

Χορός

1667οὔκ, ἐὰν δαίμων, Ὀρέστην δεῦρʼ ἀπευθύνῃ μολεῖν.

Αἴγισθος

1668οἶδʼ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.

Χορός

1669πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.

Αἴγισθος

1670ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.

Χορός

1671κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.

Κλυταιμήστρα

1672μὴ προτιμήσῃς ματαίων τῶνδʼ ὑλαγμάτων· ἐγὼ

1673καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων καλῶς.