The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Choral 2

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 2

Strophe 1

Χορός

104κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν

105ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνεύει

106πειθὼ μολπᾶν

107ἀλκὰν σύμφυτος αἰών·

108ὅπως Ἀχαι-

109ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας

110ξύμφρονα ταγάν,

111πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι

112θούριος ὄρνις Τευκρίδʼ ἐπʼ αἶαν,

113οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-

115ῶν ὁ κελαινός, ὅ τʼ ἐξόπιν ἀργᾶς,

116φανέντες ἴ-

117κταρ μελάθρων χερὸς ἐκ δοριπάλτου

118παμπρέπτοις ἐν ἕδραισιν,

119βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,

120βλαβέντα λοισθίων δρόμων.

121αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.

Antistrophe 1

Χορός

122κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς

123Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας

124πομπούς τʼ ἀρχάς·

125οὕτω δʼ εἶπε τερᾴζων·

126χρόνῳ μὲν ἀγρεῖ

127Πριάμου πόλιν ἅδε κέλευθος,

128πάντα δὲ πύργων

129κτήνη πρόσθε τὰ δημιοπληθῆ

130Μοῖρʼ ἀλαπάξει πρὸς τὸ βίαιον·

131οἶον μή τις ἄγα θεόθεν κνεφά-

132σῃ προτυπὲν στόμιον μέγα Τροίας

133στρατωθέν.οἴκτῳ γὰρ ἐπί-

135φθονος Ἄρτεμις ἁγνὰ

136πτανοῖσιν κυσὶ πατρὸς

137αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν

138στυγεῖ δὲ δεῖπνον αἰετῶν.

139αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.

Epode 3

Χορός

140τόσον περ εὔφρων, καλά,

141δρόσοισι λεπτοῖς μαλερῶν λεόντων

142πάντων τʼ ἀγρονόμων φιλομάστοις

143θηρῶν ὀβρικάλοισι τερπνά,

144τούτων αἴνει ξύμβολα κρᾶναι,

145δεξιὰ μέν, κατάμομφα δὲ φάσματα στρουθῶν.

146ἰήιον δὲ καλέω Παιᾶνα,

147μή τινας ἀντιπνόους Δανα-

148οῖς χρονίας ἐχενῇδας ἀ-

150πλοίας τεύξῃ,

151σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τινʼ, ἄδαιτον

152νεικέων τέκτονα σύμφυτον,

153οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος

155οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.

156τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν

157μόρσιμʼ ἀπʼ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·

158τοῖς δʼ ὁμόφωνον

159αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.

Strophe 2

Χορός

160Ζεύς, ὅστις ποτʼ ἐστίν, εἰ τόδʼ αὐ-

161τῷ φίλον κεκλημένῳ,

162τοῦτό νιν προσεννέπω.

163οὐκ ἔχω προσεικάσαι

164πάντʼ ἐπισταθμώμενος

165πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος

166χρὴ βαλεῖν ἐτητύμως.

Antistrophe 2

Χορός

167οὐδʼ ὅστις πάροιθεν ἦν μέγας,

168παμμάχῳ θράσει βρύων,

170οὐδὲ λέξεται πρὶν ὤν·

171ὃς δʼ ἔπειτʼ ἔφυ, τρια-

172κτῆρος οἴχεται τυχών.

173Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων

175τεύξεται φρενῶν τὸ πᾶν·

Strophe 3

Χορός

176τὸν φρονεῖν βροτοὺς ὁδώ-

177σαντα, τὸν πάθει μάθος

178θέντα κυρίως ἔχειν.

179στάζει δʼ ἔν θʼ ὕπνῳ πρὸ καρδίας

180μνησιπήμων πόνος· καὶ παρʼ ἄ-

181κοντας ἦλθε σωφρονεῖν.

182δαιμόνων δέ που χάρις βίαιος

183σέλμα σεμνὸν ἡμένων.

Antistrophe 3

Χορός

184καὶ τόθʼ ἡγεμὼν ὁ πρέ-

185σβυς νεῶν Ἀχαιικῶν,

186μάντιν οὔτινα ψέγων,

187ἐμπαίοις τύχαισι συμπνέων,

188εὖτʼ ἀπλοίᾳ κεναγγεῖ βαρύ-

189νοντʼ Ἀχαιικὸς λεώς,

190Χαλκίδος πέραν ἔχων παλιρρόχ-

191θοις ἐν Αὐλίδος τόποις·

Strophe 4

Χορός

192πνοαὶ δʼ ἀπὸ Στρυμόνος μολοῦσαι

193κακόσχολοι νήστιδες δύσορμοι,

194βροτῶν ἄλαι, ναῶν τε καὶ

195πεισμάτων ἀφειδεῖς,

196παλιμμήκη χρόνον τιθεῖσαι

197τρίβῳ κατέξαινον ἄν-

198θος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦ

199χείματος ἄλλο μῆχαρ

200βριθύτερον πρόμοισιν

201μάντις ἔκλαγξεν προφέρων

202Ἄρτεμιν, ὥστε χθόνα βάκ-

203τροις ἐπικρούσαντας Ἀτρεί-

204δας δάκρυ μὴ κατασχεῖν·

Antistrophe 4

Χορός

205ἄναξ δʼ ὁ πρέσβυς τότʼ εἶπε φωνῶν·

206βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,

207βαρεῖα δʼ, εἰ τέκνον δαΐ-

208ξω, δόμων ἄγαλμα,

209μιαίνων παρθενοσφάγοισιν

210ῥείθροις πατρῴους χέρας

211πέλας βωμοῦ· τί τῶνδʼ ἄνευ κακῶν,

212πῶς λιπόναυς γένωμαι

213ξυμμαχίας ἁμαρτών;

214παυσανέμου γὰρ θυσίας

215παρθενίου θʼ αἵματος ὀρ-

216γᾷ περιόργως ἐπιθυ-

217μεῖν θέμις. εὖ γὰρ εἴη.

Strophe 5

Χορός

218ἐπεὶ δʼ ἀνάγκας ἔδυ λέπαδνον

219φρενὸς πνέων δυσσεβῆ τροπαίαν

220ἄναγνον ἀνίερον, τόθεν

221τὸ παντότολμον φρονεῖν μετέγνω.

222βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις

223τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δʼ οὖν

225θυτὴρ γενέσθαι θυγατρός,

226γυναικοποίνων πολέμων ἀρωγὰν

227καὶ προτέλεια ναῶν.

Antistrophe 5

Χορός

228λιτὰς δὲ καὶ κληδόνας πατρῴους

229παρʼ οὐδὲν αἰῶ τε παρθένειον

230ἔθεντο φιλόμαχοι βραβῆς.

231φράσεν δʼ ἀόζοις πατὴρ μετʼ εὐχὰν

232δίκαν χιμαίρας ὕπερθε βωμοῦ

233πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ

235λαβεῖν ἀέρδην, στόματός

236τε καλλιπρῴρου φυλακᾷ κατασχεῖν

237φθόγγον ἀραῖον οἴκοις,

Strophe 6

Χορός

238βίᾳ χαλινῶν τʼ ἀναύδῳ μένει.

239κρόκου βαφὰς δʼ ἐς πέδον χέουσα

240ἔβαλλʼ ἕκαστον θυτήρ-

241ων ἀπʼ ὄμματος βέλει

242φιλοίκτῳ, πρέπουσά θʼ ὡς ἐν γραφαῖς, προσεννέπειν

243θέλουσʼ, ἐπεὶ πολλάκις

244πατρὸς κατʼ ἀνδρῶνας εὐτραπέζους

245ἔμελψεν, ἁγνᾷ δʼ ἀταύρωτος αὐδᾷ πατρὸς

246φίλου τριτόσπονδον εὔ-

247ποτμον παιῶνα φίλως ἐτίμα—

Antistrophe 6

Χορός

248τὰ δʼ ἔνθεν οὔτʼ εἶδον οὔτʼ ἐννέπω·

249τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.

250Δίκα δὲ τοῖς μὲν παθοῦσ-

251ιν μαθεῖν ἐπιρρέπει·

252τὸ μέλλον δʼ, ἐπεὶ γένοιτʼ, ἂν κλύοις· πρὸ χαιρέτω·

253ἴσον δὲ τῷ προστένειν.

254τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.

255πέλοιτο δʼ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς

256θέλει τόδʼ ἄγχιστον Ἀ-

257πίας γαίας μονόφρουρον ἕρκος.