Ἀγαμέμνων
Choral 12
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 12
Strophe 1
Χορός
1407τί κακόν, ὦ γύναι,
1407bχθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν
1408πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὀρόμενον
1409τόδʼ ἐπέθου θύος, δημοθρόους τʼ ἀράς;
1410ἀπέδικες ἀπέταμες· ἀπόπολις δʼ ἔσῃ
1411μῖσος ὄβριμον ἀστοῖς.
Κλυταιμήστρα
1412νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
1413καὶ μῖσος ἀστῶν δημόθρους τʼ ἔχειν ἀράς,
1414οὐδὲν τότʼ ἀνδρὶ τῷδʼ ἐναντίον φέρων·
1415ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
1416μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
1417ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
1418ὠδῖνʼ, ἐπῳδὸν Θρῃκίων ἀημάτων.
1419οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σʼ ἀνδρηλατεῖν,
1420μιασμάτων ἄποινʼ; ἐπήκοος δʼ ἐμῶν
1421ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
1422τοιαῦτʼ ἀπειλεῖν, ὡς παρεσκευασμένης
1423ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντʼ ἐμοῦ
1424ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
1425γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.
Antistrophe 1
Χορός
1426μεγαλόμητις εἶ,
1426bπερίφρονα δʼ ἔλακες. ὥσπερ οὖν
1427φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται,
1428λίπος ἐπʼ ὀμμάτων αἵματος εὖ πρέπει·
1429ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων
1430τύμμα τύμματι τεῖσαι.