The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Choral 6

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 6

Strophe 1

Χορός

681τίς ποτʼ ὠνόμαζεν ὧδʼ

682ἐς τὸ πᾶν ἐτητύμως—

683μή τις ὅντινʼ οὐχ ὁρῶμεν προνοί-

684αισι τοῦ πεπρωμένου

685γλῶσσαν ἐν τύχᾳ νέμων;—

686τὰν δορίγαμβρον ἀμφινει-

687κῆ θʼ Ἑλέναν; ἐπεὶ πρεπόντως

688ἑλένας, ἕλανδρος, ἑλέ-

690πτολις, ἐκ τῶν ἁβροτίμων

691προκαλυμμάτων ἔπλευσε

692ζεφύρου γίγαντος αὔρᾳ,

693πολύανδροί τε φεράσπιδες κυναγοὶ

695κατʼ ἴχνος πλατᾶν ἄφαντον

696κελσάντων Σιμόεντος ἀ-

697κτὰς ἐπʼ ἀεξιφύλλους

698διʼ ἔριν αἱματόεσσαν.

Antistrophe 1

Χορός

699Ἰλίῳ δὲ κῆδος ὀρθ-

700ώνυμον τελεσσίφρων

701μῆνις ἤλασεν, τραπέζας ἀτί-

702μωσιν ὑστέρῳ χρόνῳ

703καὶ ξυνεστίου Διὸς

704πρασσομένα τὸ νυμφότι-

706μον μέλος ἐκφάτως τίοντας,

707ὑμέναιον, ὃς τότʼ ἐπέρ-

708ρεπεν γαμβροῖσιν ἀείδειν·

709μεταμανθάνουσα δʼ ὕμνον

710Πριάμου πόλις γεραιὰ

711πολύθρηνον μέγα που στένει κικλήσκου-

712σα Πάριν τὸν αἰνόλεκτρον,

713παμπορθῆ πολύθρηνον

714αἰῶνα διαὶ πολιτᾶν

715μέλεον αἷμʼ ἀνατλᾶσα.

Strophe 2

Χορός

716ἔθρεψεν δὲ λέοντος ἶ-

717νιν δόμοις ἀγάλακτον οὕ-

718τως ἀνὴρ φιλόμαστον,

720ἐν βιότου προτελείοις

721ἅμερον, εὐφιλόπαιδα

722καὶ γεραροῖς ἐπίχαρτον.

723πολέα δʼ ἔσχʼ ἐν ἀγκάλαις

724νεοτρόφου τέκνου δίκαν,

725φαιδρωπὸς ποτὶ χεῖρα σαί-

726νων τε γαστρὸς ἀνάγκαις.

Antistrophe 2

Χορός

727χρονισθεὶς δʼ ἀπέδειξεν ἦ-

728θος τὸ πρὸς τοκέων· χάριν

729γὰρ τροφεῦσιν ἀμείβων

730μηλοφόνοισιν ἐν ἄταις

731δαῖτʼ ἀκέλευστος ἔτευξεν·

732αἵματι δʼ οἶκος ἐφύρθη,

733ἄμαχον ἄλγος οἰκέταις

734μέγα σίνος πολυκτόνον.

735ἐκ θεοῦ δʼ ἱερεύς τις ἄ-

736τας δόμοις προσεθρέφθη.

Strophe 3

Χορός

737πάραυτα δʼ ἐλθεῖν ἐς Ἰλίου πόλιν

738λέγοιμʼ ἂν φρόνημα μὲν

739νηνέμου γαλάνας,

740ἀκασκαῖον δʼ ἄγαλμα πλούτου,

741μαλθακὸν ὀμμάτων βέλος,

742δηξίθυμον ἔρωτος ἄνθος.

743παρακλίνασʼ ἐπέκρανεν

745δὲ γάμου πικρὰς τελευτάς,

746δύσεδρος καὶ δυσόμιλος

747συμένα Πριαμίδαισιν,

748πομπᾷ Διὸς ξενίου,

749νυμφόκλαυτος Ἐρινύς.

Antistrophe 3

Χορός

750παλαίφατος δʼ ἐν βροτοῖς γέρων λόγος

751τέτυκται, μέγαν τελε-

752σθέντα φωτὸς ὄλβον

753τεκνοῦσθαι μηδʼ ἄπαιδα θνῄσκειν,

755ἐκ δʼ ἀγαθᾶς τύχας γένει

756βλαστάνειν ἀκόρεστον οἰζύν.

757δίχα δʼ ἄλλων μονόφρων εἰ-

758μί· τὸ δυσσεβὲς γὰρ ἔργον

759μετὰ μὲν πλείονα τίκτει,

760σφετέρᾳ δʼ εἰκότα γέννᾳ.

761οἴκων δʼ ἄρʼ εὐθυδίκων

762καλλίπαις πότμος αἰεί.

Strophe 4

Χορός

763φιλεῖ δὲ τίκτειν Ὕβρις

764μὲν παλαιὰ νεά-

765ζουσαν ἐν κακοῖς βροτῶν

766ὕβριν τότʼ ἢ τόθʼ, ὅτε τὸ κύρ-

767ιον μόλῃ φάος τόκου,

768δαίμονά τε τὰν ἄμαχον ἀπόλεμ-

769ον, ἀνίερον Θράσος, μελαί-

770νας μελάθροισιν Ἄτας,

771εἰδομένας τοκεῦσιν.

Antistrophe 4

Χορός

772Δίκα δὲ λάμπει μὲν ἐν

773δυσκάπνοις δώμασιν,

775τὸν δʼ ἐναίσιμον τίει βίον.

776τὰ χρυσόπαστα δʼ ἔδεθλα σὺν

777πίνῳ χερῶν παλιντρόποις

778ὄμμασι λιποῦσʼ, ὅσια προσέμολ-

779ε, δύναμιν οὐ σέβουσα πλού-

780του παράσημον αἴνῳ·

781πᾶν δʼ ἐπὶ τέρμα νωμᾷ.