The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 5

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 5

Χορός

488τάχʼ εἰσόμεσθα λαμπάδων φαεσφόρων

490φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,

491εἴτʼ οὖν ἀληθεῖς εἶτʼ ὀνειράτων δίκην

492τερπνὸν τόδʼ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.

493κήρυκʼ ἀπʼ ἀκτῆς τόνδʼ ὁρῶ κατάσκιον

494κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις

495πηλοῦ ξύνουρος διψία κόνις τάδε,

496ὡς οὔτʼ ἄναυδος οὔτε σοι δαίων φλόγα

497ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,

498ἀλλʼ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων—

499τὸν ἀντίον δὲ τοῖσδʼ ἀποστέργω λόγον·

500εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—

501ὅστις τάδʼ ἄλλως τῇδʼ ἐπεύχεται πόλει,

502αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.

Κῆρυξ

503ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,

504δεκάτου σε φέγγει τῷδʼ ἀφικόμην ἔτους,

505πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.

506οὐ γάρ ποτʼ ηὔχουν τῇδʼ ἐν Ἀργείᾳ χθονὶ

507θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.

508νῦν χαῖρε μὲν χθών, χαῖρε δʼ ἡλίου φάος,

509ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τʼ ἄναξ,

510τόξοις ἰάπτων μηκέτʼ εἰς ἡμᾶς βέλη·

511ἅλις παρὰ Σκάμανδρον ἦσθʼ ἀνάρσιος·

512νῦν δʼ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,

513ἄναξ Ἄπολλον. τούς τʼ ἀγωνίους θεοὺς

514πάντας προσαυδῶ, τόν τʼ ἐμὸν τιμάορον

515Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,

516ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν

517στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.

518ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,

519σεμνοί τε θᾶκοι, δαίμονές τʼ ἀντήλιοι,

520εἴ που πάλαι, φαιδροῖσι τοισίδʼ ὄμμασι

521δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.

522ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων

523καὶ τοῖσδʼ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.

524ἀλλʼ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει

525Τροίαν κατασκάψαντα τοῦ δικηφόρου

526Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.

527βωμοὶ δʼ ἄιστοι καὶ θεῶν ἱδρύματα,

528καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.

529τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον

530ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ

531ἥκει, τίεσθαι δʼ ἀξιώτατος βροτῶν

532τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις

533ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.

534ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην

535τοῦ ῥυσίου θʼ ἥμαρτε καὶ πανώλεθρον

536αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.

537διπλᾶ δʼ ἔτεισαν Πριαμίδαι θἀμάρτια.

Χορός

538κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.

Κῆρυξ

539χαίρω γε· τεθνάναι δʼ οὐκέτʼ ἀντερῶ θεοῖς.

Χορός

540ἔρως πατρῴας τῆσδε γῆς σʼ ἐγύμνασεν;

Κῆρυξ

541ὥστʼ ἐνδακρύειν γʼ ὄμμασιν χαρᾶς ὕπο.

Χορός

542τερπνῆς ἄρʼ ἦτε τῆσδʼ ἐπήβολοι νόσου.

Κῆρυξ

543πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.

Χορός

544τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.

Κῆρυξ

545ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;

Χορός

546ὡς πόλλʼ ἀμαυρᾶς ἐκ φρενός μʼ ἀναστένειν

Κῆρυξ

547πόθεν τὸ δύσφρον τοῦτʼ ἐπῆν θυμῷ στύγος;

Χορός

548πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.

Κῆρυξ

549καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;

Χορός

550ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.

Κῆρυξ

551εὖ γὰρ πέπρακται. ταῦτα δʼ ἐν πολλῷ χρόνῳ

552τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,

553τὰ δʼ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν

554ἅπαντʼ ἀπήμων τὸν διʼ αἰῶνος χρόνον;

555μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,

556σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δʼ οὐ

557στένοντες, οὐ λαχόντες ἤματος μέρος;

558τὰ δʼ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·

559εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν·

560ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι

561δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος

562ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.

563χειμῶνα δʼ εἰ λέγοι τις οἰωνοκτόνον,

564οἷον παρεῖχʼ ἄφερτον Ἰδαία χιών,

565ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς

566κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών

567τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·

568παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν

569τὸ μήποτʼ αὖθις μηδʼ ἀναστῆναι μέλειν.

570τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,

571τὸν ζῶντα δʼ ἀλγεῖν χρὴ τύχης παλιγκότου;

572καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.

573ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ

574νικᾷ τὸ κέρδος, πῆμα δʼ οὐκ ἀντιρρέπει·

575ὡς κομπάσαι τῷδʼ εἰκὸς ἡλίου φάει

576ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·

577Τροίαν ἑλόντες δή ποτʼ Ἀργείων στόλος

578θεοῖς λάφυρα ταῦτα τοῖς καθʼ Ἑλλάδα

579δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.

580τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν

581καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται

582Διὸς τόδʼ ἐκπράξασα.πάντʼ ἔχεις λόγον.

Χορός

583νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·

584ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.

585δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν

586εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.

Κλυταιμήστρα

587ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,

588ὅτʼ ἦλθʼ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,

589φράζων ἅλωσιν Ἰλίου τʼ ἀνάστασιν.

590καί τίς μʼ ἐνίπτων εἶπε, φρυκτωρῶν δία

591πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;

592ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.

593λόγοις τοιούτοις πλαγκτὸς οὖσʼ ἐφαινόμην.

594ὅμως δʼ ἔθυον, καὶ γυναικείῳ νόμῳ

595ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν

596ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις

597θυηφάγον κοιμῶντες εὐώδη φλόγα.

598καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;

599ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.

600ὅπως δʼ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν

601σπεύσω πάλιν μολόντα δέξασθαι·—τί γὰρ

602γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,

603ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ

604πύλας ἀνοῖξαι;—ταῦτʼ ἀπάγγειλον πόσει·

605ἥκειν ὅπως τάχιστʼ ἐράσμιον πόλει·

606γυναῖκα πιστὴν δʼ ἐν δόμοις εὕροι μολὼν

607οἵαν περ οὖν ἔλειπε, δωμάτων κύνα

608ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,

609καὶ τἄλλʼ ὁμοίαν πάντα, σημαντήριον

610οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.

611οὐδʼ οἶδα τέρψιν οὐδʼ ἐπίψογον φάτιν

612ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.

Κῆρυξ

613τοιόσδʼ ὁ κόμπος τῆς ἀληθείας γέμων

614οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.

Χορός

615αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι

616τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.

617σὺ δʼ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι.

618εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν

619ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.

Κῆρυξ

620οὐκ ἔσθʼ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ

621ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.

Χορός

622πῶς δῆτʼ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;

623σχισθέντα δʼ οὐκ εὔκρυπτα γίγνεται τάδε.

Κῆρυξ

624ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,

625αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.

Χορός

626πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,

627ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;

Κῆρυξ

628ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·

629μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.

Χορός

630πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος

631φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;

Κῆρυξ

632οὐκ οἶδεν οὐδεὶς ὥστʼ ἀπαγγεῖλαι τορῶς,

633πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.

Χορός

634πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ

635ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;

Κῆρυξ

636εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ

637γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.

638ὅταν δʼ ἀπευκτὰ πήματʼ ἄγγελος πόλει

639στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,

640πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,

641πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων

642ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,

643δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·

644τοιῶνδε μέντοι πημάτων σεσαγμένον

645πρέπει λέγειν παιᾶνα τόνδʼ Ἐρινύων.

646σωτηρίων δὲ πραγμάτων εὐάγγελον

647ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,

648πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων

649χειμῶνʼ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;

650ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,

651πῦρ καὶ θάλασσα, καὶ τὰ πίστʼ ἐδειξάτην

652φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.

653ἐν νυκτὶ δυσκύμαντα δʼ ὠρώρει κακά.

654ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ

655ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ

656χειμῶνι τυφῶ σὺν ζάλῃ τʼ ὀμβροκτύπῳ

657ᾤχοντʼ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.

658ἐπεὶ δʼ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,

659ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς

660ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τʼ ἐρειπίοις.

661ἡμᾶς γε μὲν δὴ ναῦν τʼ ἀκήρατον σκάφος

662ἤτοι τις ἐξέκλεψεν ἢ ʼξῃτήσατο

663θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.

664τύχη δὲ σωτὴρ ναῦν θέλουσʼ ἐφέζετο,

665ὡς μήτʼ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν

666μήτʼ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.

667ἔπειτα δʼ Ἅιδην πόντιον πεφευγότες,

668λευκὸν κατʼ ἦμαρ, οὐ πεποιθότες τύχῃ,

669ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,

670στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.

671καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων,

672λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;

673ἡμεῖς τʼ ἐκείνους ταὔτʼ ἔχειν δοξάζομεν.

674γένοιτο δʼ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν

675πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.

676εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ

677καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,

678οὔπω θέλοντος ἐξαναλῶσαι γένος,

679ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.

680τοσαῦτʼ ἀκούσας ἴσθι τἀληθῆ κλύων.