The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 11

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 11

Κασάνδρα

1178καὶ μὴν ὁ χρησμὸς οὐκέτʼ ἐκ καλυμμάτων

1179ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·

1180λαμπρὸς δʼ ἔοικεν ἡλίου πρὸς ἀντολὰς

1181πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην

1182κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ

1183μεῖζον· φρενώσω δʼ οὐκέτʼ ἐξ αἰνιγμάτων.

1184καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν

1185ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.

1186τὴν γὰρ στέγην τήνδʼ οὔποτʼ ἐκλείπει χορὸς

1187ξύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.

1188καὶ μὴν πεπωκώς γʼ, ὡς θρασύνεσθαι πλέον,

1189βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,

1190δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.

1191ὑμνοῦσι δʼ ὕμνον δώμασιν προσήμεναι

1192πρώταρχον ἄτην· ἐν μέρει δʼ ἀπέπτυσαν

1193εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.

1194ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;

1195ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;

1196ἐκμαρτύρησον προυμόσας τό μʼ εἰδέναι

1197λόγῳ παλαιὰς τῶνδʼ ἁμαρτίας δόμων.

Χορός

1198καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,

1199παιώνιον γένοιτο; θαυμάζω δέ σου,

1200πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν

1201κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.

Κασάνδρα

1202μάντις μʼ Ἀπόλλων τῷδʼ ἐπέστησεν τέλει.

Χορός

1204μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;

Κασάνδρα

1203προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.

Χορός

1205ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.

Κασάνδρα

1206ἀλλʼ ἦν παλαιστὴς κάρτʼ ἐμοὶ πνέων χάριν.

Χορός

1207ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;

Κασάνδρα

1208ξυναινέσασα Λοξίαν ἐψευσάμην.

Χορός

1209ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;

Κασάνδρα

1210ἤδη πολίταις πάντʼ ἐθέσπιζον πάθη.

Χορός

1211πῶς δῆτʼ ἄνατος ἦσθα Λοξίου κότῳ;

Κασάνδρα

1212ἔπειθον οὐδένʼ οὐδέν, ὡς τάδʼ ἤμπλακον.

Χορός

1213ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.

Κασάνδρα

1214ἰοὺ ἰού, ὢ ὢ κακά.

1215ὑπʼ αὖ με δεινὸς ὀρθομαντείας πόνος

1216στροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις.

1217ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους

1218νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;

1219παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,

1220χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,

1221σὺν ἐντέροις τε σπλάγχνʼ, ἐποίκτιστον γέμος,

1222πρέπουσʼ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.

1223ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ

1224λέοντʼ ἄναλκιν ἐν λέχει στρωφώμενον

1225οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ

1226ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·

1227νεῶν τʼ ἄπαρχος Ἰλίου τʼ ἀναστάτης

1228οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς

1229λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην

1230Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ.

1231τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεὺς

1232ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος

1233τύχοιμʼ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ

1234οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,

1235θύουσαν Ἅιδου μητέρʼ ἄσπονδόν τʼ Ἄρη

1236φίλοις πνέουσαν; ὡς δʼ ἐπωλολύξατο

1237ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,

1238δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.

1239καὶ τῶνδʼ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;

1240τὸ μέλλον ἥξει. καὶ σύ μʼ ἐν τάχει παρὼν

1241ἄγαν γʼ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.

Χορός

1242τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν

1243ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μʼ ἔχει

1244κλύοντʼ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.

1245τὰ δʼ ἄλλʼ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.

Κασάνδρα

1246Ἀγαμέμνονός σέ φημʼ ἐπόψεσθαι μόρον.

Χορός

1247εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.

Κασάνδρα

1248ἀλλʼ οὔτι παιὼν τῷδʼ ἐπιστατεῖ λόγῳ.

Χορός

1249οὔκ, εἴπερ ἔσται γʼ· ἀλλὰ μὴ γένοιτό πως.

Κασάνδρα

1250σὺ μὲν κατεύχῃ, τοῖς δʼ ἀποκτείνειν μέλει.

Χορός

1251τίνος πρὸς ἀνδρὸς τοῦτʼ ἄγος πορσύνεται;

Κασάνδρα

1252ἦ κάρτα τἄρʼ ἂν παρεκόπης χρησμῶν ἐμῶν

Χορός

1253τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.

Κασάνδρα

1254καὶ μὴν ἄγαν γʼ Ἕλληνʼ ἐπίσταμαι φάτιν.

Χορός

1255καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δʼ ὅμως.

Κασάνδρα

1256παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.

1257ὀτοτοῖ, Λύκειʼ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.

1258αὕτη δίπους λέαινα συγκοιμωμένη

1259λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,

1260κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον

1261τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ

1262ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον

1263ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.

1264τί δῆτʼ ἐμαυτῆς καταγέλωτʼ ἔχω τάδε,

1265καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;

1266σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.

1267ἴτʼ ἐς φθόρον· πεσόντα γʼ ὧδʼ ἀμείβομαι.

1268ἄλλην τινʼ ἄτης ἀντʼ ἐμοῦ πλουτίζετε.

1269ἰδοὺ δʼ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ

1270χρηστηρίαν ἐσθῆτʼ, ἐποπτεύσας δέ με

1271κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα

1272φίλων ὑπʼ ἐχθρῶν οὐ διχορρόπως, μάτην—

1273καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια

1274πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—

1275καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ

1276ἀπήγαγʼ ἐς τοιάσδε θανασίμους τύχας.

1277βωμοῦ πατρῴου δʼ ἀντʼ ἐπίξηνον μένει,

1278θερμῷ κοπείσης φοινίῳ προσφάγματι.

1279οὐ μὴν ἄτιμοί γʼ ἐκ θεῶν τεθνήξομεν.

1280ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,

1281μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·

1282φυγὰς δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος

1283κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·

1284ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,

1285ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.

1286τί δῆτʼ ἐγὼ κάτοικτος ὧδʼ ἀναστένω;

1287ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν

1288πράξασαν ὡς ἔπραξεν, οἳ δʼ εἷλον πόλιν

1289οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,

1290ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν.

1291Ἅιδου πύλας δὲ τάσδʼ ἐγὼ προσεννέπω·

1292ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,

1293ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων

1294ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.

Χορός

1295ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δʼ αὖ σοφὴ

1296γύναι, μακρὰν ἔτεινας. εἰ δʼ ἐτητύμως

1297μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου

1298βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;

Κασάνδρα

1299οὐκ ἔστʼ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.

Χορός

1300ὁ δʼ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,

Κασάνδρα

1301ἥκει τόδʼ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.

Χορός

1302ἀλλʼ ἴσθι τλήμων οὖσʼ ἀπʼ εὐτόλμου φρενός.

Κασάνδρα

1303οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.

Χορός

1304ἀλλʼ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.

Κασάνδρα

1305ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.

Χορός

1306τί δʼ ἐστὶ χρῆμα; τίς σʼ ἀποστρέφει φόβος;

Κασάνδρα

1307φεῦ φεῦ.

Χορός

1308τί τοῦτʼ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.

Κασάνδρα

1309φόνον δόμοι πνέουσιν αἱματοσταγῆ,

Χορός

1310καί πῶς;τόδʼ ὄζει θυμάτων ἐφεστίων.

Κασάνδρα

1311ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει,

Χορός

1312οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.

Κασάνδρα

1313ἀλλʼ εἶμι κἀν δόμοισι κωκύσουσʼ ἐμὴν

1314Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.

1315ἰὼ ξένοι,

1316οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ

1317ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,

1318ὅταν γυνὴ γυναικὸς ἀντʼ ἐμοῦ θάνῃ,

1319ἀνήρ τε δυσδάμαρτος ἀντʼ ἀνδρὸς πέσῃ.

1320ἐπιξενοῦμαι ταῦτα δʼ ὡς θανουμένη.

Χορός

1321ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.

Κασάνδρα

1322ἅπαξ ἔτʼ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω

1323ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δʼ ἐπεύχομαι

1324πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις

1325ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,

1326δούλης θανούσης, εὐμαροῦς χειρώματος.

1327ἰὼ βρότεια πράγματʼ· εὐτυχοῦντα μὲν

1328σκιά τις ἂν τρέψειεν· εἰ δὲ δυστυχῇ,

1329βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.

1330καὶ ταῦτʼ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.

Anapests 1

Χορός

1331τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ

1332πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δʼ

1333οὔτις ἀπειπὼν εἴργει μελάθρων,

1334μηκέτʼ ἐσέλθῃς, τάδε φωνῶν.

1335καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν

1336μάκαρες Πριάμου·

1337θεοτίμητος δʼ οἴκαδʼ ἱκάνει.

1338νῦν δʼ εἰ προτέρων αἷμʼ ἀποτείσῃ

1339καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων

1340ποινὰς θανάτων ἐπικράνῃ,

1341τίς ἂν ἐξεύξαιτο βροτῶν ἀσινεῖ

1342δαίμονι φῦναι τάδʼ ἀκούων;

Ἀγαμέμνων

1343ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.

Χορός

1344σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;

Ἀγαμέμνων

1345ὤμοι μάλʼ αὖθις, δευτέραν πεπληγμένος.

Χορός

1346τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.

1347ἀλλὰ κοινωσώμεθʼ ἤν πως ἀσφαλῆ βουλεύματα.

Χορός

1348—ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,

1349πρὸς δῶμα δεῦρʼ ἀστοῖσι κηρύσσειν βοήν.—

1350—ἐμοὶ δʼ ὅπως τάχιστά γʼ ἐμπεσεῖν δοκεῖ

1351καὶ πρᾶγμʼ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—

1352—κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν

1353ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δʼ ἀκμή.—

1354—ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὡς

1355τυραννίδος σημεῖα πράσσοντες πόλει.—

1356—χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος

1357πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.—

1358—οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.

1359τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—

1360—κἀγὼ τοιοῦτός εἰμʼ, ἐπεὶ δυσμηχανῶ

1361λόγοισι τὸν θανόντʼ ἀνιστάναι πάλιν.—

1362—ἦ καὶ βίον τείνοντες ὧδʼ ὑπείξομεν

1363δόμων καταισχυντῆρσι τοῖσδʼ ἡγουμένοις;—

1364—ἀλλʼ οὐκ ἀνεκτόν,ἀλλὰ κατθανεῖν κρατεῖ·

1365πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—

1366—ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων

1367μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—

1368—σάφʼ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·

1369τὸ γὰρ τοπάζειν τοῦ σάφʼ εἰδέναι δίχα.—

1370—ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,

1371τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθʼ ὅπως.

Κλυταιμήστρα

1372πολλῶν πάροιθεν καιρίως εἰρημένων

1373τἀναντίʼ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.

1374πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις

1375δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατʼ ἂν

1376φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;

1377ἐμοὶ δʼ ἀγὼν ὅδʼ οὐκ ἀφρόντιστος πάλαι

1378νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·

1379ἕστηκα δʼ ἔνθʼ ἔπαισʼ ἐπʼ ἐξειργασμένοις.

1380οὕτω δʼ ἔπραξα, καὶ τάδʼ οὐκ ἀρνήσομαι·

1381ὡς μήτε φεύγειν μήτʼ ἀμύνεσθαι μόρον,

1382ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,

1383περιστιχίζω, πλοῦτον εἵματος κακόν.

1384παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν

1385μεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότι

1386τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς

1387Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.

1388οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών·

1389κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν

1390βάλλει μʼ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,

1391χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ

1392γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.

1393ὡς ὧδʼ ἐχόντων, πρέσβος Ἀργείων τόδε,

1394χαίροιτʼ ἄν, εἰ χαίροιτʼ, ἐγὼ δʼ ἐπεύχομαι.

1395εἰ δʼ ἦν πρεπόντων ὥστʼ ἐπισπένδειν νεκρῷ,

1396τῷδʼ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.

1397τοσῶνδε κρατῆρʼ ἐν δόμοις κακῶν ὅδε

1398πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.

Χορός

1399θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,

1400ἥτις τοιόνδʼ ἐπʼ ἀνδρὶ κομπάζεις λόγον.

Κλυταιμήστρα

1401πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·

1402ἐγὼ δʼ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας

1403λέγω· σὺ δʼ αἰνεῖν εἴτε με ψέγειν θέλεις

1404ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς

1405πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς

1406ἔργον, δικαίας τέκτονος. τάδʼ ὧδʼ ἔχει.