The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Choral 4

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 4

Strophe 1

Χορός

367Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,

368πάρεστιν τοῦτό γʼ ἐξιχνεῦσαι.

369ὡς ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις

370θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν

371ὅσοις ἀθίκτων χάρις

372πατοῖθʼ· ὁ δʼ οὐκ εὐσεβής.

373πέφανται δʼ ἐκτίνουσʼ

375ἀτολμήτων ἀρὴ

376πνεόντων μεῖζον ἢ δικαίως,

377φλεόντων δωμάτων ὑπέρφευ

378ὑπὲρ τὸ βέλτιστον. ἔστω δʼ ἀπή-

379μαντον, ὥστʼ ἀπαρκεῖν

380εὖ πραπίδων λαχόντα.

381οὐ γὰρ ἔστιν ἔπαλξις

382πλούτου πρὸς κόρον ἀνδρὶ

383λακτίσαντι μέγαν Δίκας

384βωμὸν εἰς ἀφάνειαν.

Antistrophe 1

Χορός

385βιᾶται δʼ ἁ τάλαινα πειθώ,

386προβούλου παῖς ἄφερτος ἄτας.

387ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,

388πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·

390κακοῦ δὲ χαλκοῦ τρόπον

391τρίβῳ τε καὶ προσβολαῖς

392μελαμπαγὴς πέλει

393δικαιωθείς, ἐπεὶ

394διώκει παῖς ποτανὸν ὄρνιν,

395πόλει πρόστριμμʼ ἄφερτον ἐνθείς.

396λιτᾶν δʼ ἀκούει μὲν οὔτις θεῶν·

397τὸν δʼ ἐπίστροφον τῶν

398φῶτʼ ἄδικον καθαιρεῖ.

399οἷος καὶ Πάρις ἐλθὼν

400ἐς δόμον τὸν Ἀτρειδᾶν

401ᾔσχυνε ξενίαν τράπε-

402ζαν κλοπαῖσι γυναικός.

Strophe 2

Χορός

403λιποῦσα δʼ ἀστοῖσιν ἀσπίστοράς

404τε καὶ κλόνους λογχίμους

405ναυβάτας θʼ ὁπλισμούς,

406ἄγουσά τʼ ἀντίφερνον Ἰλίῳ φθορὰν

407βέβακεν ῥίμφα διὰ

408πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δʼ ἔστενον

409τόδʼ ἐννέποντες δόμων προφῆται·

410ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,

411ἰὼ λέχος καὶ στίβοι φιλάνορες.

412πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους

413ἄλγιστʼ ἀφημένων ἰδεῖν.

414πόθῳ δʼ ὑπερποντίας

415φάσμα δόξει δόμων ἀνάσσειν.

416εὐμόρφων δὲ κολοσσῶν

417ἔχθεται χάρις ἀνδρί·

418ὀμμάτων δʼ ἐν ἀχηνίαις

419ἔρρει πᾶσʼ Ἀφροδίτα.

Antistrophe 2

Χορός

420ὀνειρόφαντοι δὲ πενθήμονες

421πάρεισι δόξαι φέρου-

422σαι χάριν ματαίαν.

423μάταν γάρ, εὖτʼ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,

424παραλλάξασα διὰ

425χερῶν βέβακεν ὄψις οὐ μεθύστερον

426πτεροῖς ὀπαδοῦσʼ ὕπνου κελεύθοις.

427τὰ μὲν κατʼ οἴκους ἐφʼ ἑστίας ἄχη

428τάδʼ ἐστὶ καὶ τῶνδʼ ὑπερβατώτερα.

429τὸ πᾶν δʼ ἀφʼ Ἕλλανος αἴας συνορμένοις

430πένθειʼ ἀτλησικάρδιος

431δόμων ἑκάστου πρέπει.

432πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·

433οὓς μὲν γάρ τις ἔπεμψεν

434οἶδεν, ἀντὶ δὲ φωτῶν

435τεύχη καὶ σποδὸς εἰς ἑκά-

436στου δόμους ἀφικνεῖται.

Strophe 3

Χορός

437ὁ χρυσαμοιβὸς δʼ Ἄρης σωμάτων

438καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς

440πυρωθὲν ἐξ Ἰλίου

441φίλοισι πέμπει βαρὺ

442ψῆγμα δυσδάκρυτον ἀν-

443τήνορος σποδοῦ γεμί-

444ζων λέβητας εὐθέτους.

445στένουσι δʼ εὖ λέγοντες ἄν-

446δρα τὸν μὲν ὡς μάχης ἴδρις,

447τὸν δʼ ἐν φοναῖς καλῶς πεσόντʼ—

448ἀλλοτρίας διαὶ γυναι-

449κός· τάδε σῖγά τις βαΰ-

450ζει, φθονερὸν δʼ ὑπʼ ἄλγος ἕρ-

451πει προδίκοις Ἀτρείδαις.

452οἱ δʼ αὐτοῦ περὶ τεῖχος

453θήκας Ἰλιάδος γᾶς

454εὔμορφοι κατέχουσιν· ἐχ-

455θρὰ δʼ ἔχοντας ἔκρυψεν.

Antistrophe 3

Χορός

456βαρεῖα δʼ ἀστῶν φάτις ξὺν κότῳ·

457δημοκράντου δʼ ἀρᾶς τίνει χρέος.

458μένει δʼ ἀκοῦσαί τί μου

460μέριμνα νυκτηρεφές.

461τῶν πολυκτόνων γὰρ οὐκ

462ἄσκοποι θεοί. κελαι-

463ναὶ δʼ Ἐρινύες χρόνῳ

464τυχηρὸν ὄντʼ ἄνευ δίκας

465παλιντυχεῖ τριβᾷ βίου

466τιθεῖσʼ ἀμαυρόν, ἐν δʼ ἀί-

467στοις τελέθοντος οὔτις ἀλ-

468κά· τὸ δʼ ὑπερκόπως κλύειν

469εὖ βαρύ· βάλλεται γὰρ ὄσ-

470σοις Διόθεν κάρανα.

471κρίνω δʼ ἄφθονον ὄλβον·

472μήτʼ εἴην πτολιπόρθης

473μήτʼ οὖν αὐτὸς ἁλοὺς ὑπʼ ἄλ-

474λων βίον κατίδοιμι.

Epode 7

Χορός

475πυρὸς δʼ ὑπʼ εὐαγγέλου

476πόλιν διήκει θοὰ

477βάξις· εἰ δʼ ἐτήτυμος,

478τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.—

479τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,

480φλογὸς παραγγέλμασιν

481νέοις πυρωθέντα καρδίαν ἔπειτʼ

482ἀλλαγᾷ λόγου καμεῖν;—

483ἐν γυναικὸς αἰχμᾷ πρέπει

484πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.—

485πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται

486ταχύπορος· ἀλλὰ ταχύμορον

487γυναικογήρυτον ὄλλυται κλέος.—