Ἰλιάς
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
1μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
2οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,
3πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
4ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,
6ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
7Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
8τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
9Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
10νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
11οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
12Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
13λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
14στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
15χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
16Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
17Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
18ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες
19ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·
20παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι,
21ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
22ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
23αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
24ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
25ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
26μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
27ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα,
28μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
29τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
30ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
31ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
32ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
33ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·
34βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
35πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὁ γεραιὸς
36Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
37κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
38Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
39Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,
40ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα
41ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·
42τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
43ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,
44βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
45τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
46ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,
47αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.
48ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·
49δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·
50οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
51αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
52βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
53ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
54τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·
55τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
56κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
57οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,
58τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
59Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
60ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
61εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
62ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
63ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,
64ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
65εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,
66αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
67βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
68ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
69Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,
70ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
71καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω
72ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
73ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
74ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
75μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
76τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
77ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
78ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
79Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·
80κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·
81εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
82ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
83ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.
84τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
85θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·
86οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν
87εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
88οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
89σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
90συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,
91ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
92καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·
93οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,
94ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,
95οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,
96τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·
97οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
98πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
99ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην
100ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
101ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
102ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
103ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
104πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
105Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·
106μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
107αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
108ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·
109καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
110ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
111οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα
112οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
113οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
114κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
115οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.
116ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·
117βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·
118αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος
119Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
120λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
121τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
122Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
123πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
124οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
125ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
126λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.
127ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
128τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
129δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
130τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
131μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ
132κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
133ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως
134ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;
135ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
136ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·
137εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
138ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
139ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
140ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
141νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
142ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην
143θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
144βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
145ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς
146ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,
147ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
148τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
149ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
150πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
151ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
152οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων
153δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
154οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
155οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
156καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
157οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
158ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,
159τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
160πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·
161καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
162ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
163οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ
164Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·
165ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
166χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
167σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε
168ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
169νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
170οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω
171ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
172τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
173φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε
174λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι
175οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
176ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
177αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·
178εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·
179οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
180Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,
181οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
182ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
183τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
184πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον
185αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς
186ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
187ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
188ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ
189στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
190ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
191τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,
192ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
193ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
194ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη
195οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
196ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
197στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
198οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·
199θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω
200Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·
201καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
202τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
203ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
204ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
205ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.
206τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
207ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
208οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη
209ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
210ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
211ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
212ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
213καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
214ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.
215τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
216χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
217καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·
218ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.
219ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
220ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε
221μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει
222δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
223Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
224Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
225οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
226οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
227οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
228τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
229ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
230δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
231δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
232ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
233ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
234ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
235φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
236οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
237φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
238ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
239πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·
240ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
241σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ
242χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
243θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις
244χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
245ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
246χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·
247Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
248ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
249τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
250τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
251ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο
252ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
253ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
254ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
255ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
256ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
257εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
258οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.
259ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
260ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
261ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.
262οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
263οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
264Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
265Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
266κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
267κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
268φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
269καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
270τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·
271καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις
272τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
273καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
274ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
275μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
276ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
277μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ
278ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς
279σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
280εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,
281ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
282Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
283λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
284ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
285τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
286ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
287ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
288πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,
289πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·
290εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
291τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
292τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
293ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
294εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·
295ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
296σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.
297ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
298χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
299οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·
300τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ
301τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
302εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·
303αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
304ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
305ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
306Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
307ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
308Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
309ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην
310βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
311εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
312οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
313λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
314οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
315ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
316ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·
317κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
318ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων
319λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,
320ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,
321τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
322ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
323χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
324εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
325ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.
326ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
327τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,
328Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
329τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
330ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
331τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
332στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
333αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
334χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
335ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,
336ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
337ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
338καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων
339πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
340καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε
341χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
342τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,
343οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
344ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
345ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
346ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
347δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
348ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
349δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·
351πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
352μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
353τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
354Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·
355ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
356ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
357ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ
358ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
359καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,
360καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,
361χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
362τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
363ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
364τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
365οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;
366ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
367τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
368καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
369ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
370Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
371ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
372λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
373στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
374χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
375Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
376ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
377αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
378ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
379ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
380χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων
381εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
382ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ
383θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο
384πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
385εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
386αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
387Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς
388ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·
389τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
390ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
391τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
392κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
393ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·
394ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
395ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
396πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
397εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι
398οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
399ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
400Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·
401ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,
402ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,
403ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
404Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·
405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
406τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.
407τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
408αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
409τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς
410κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
411γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
412ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
413τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
414ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;
415αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
416ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·
417νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
418ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
419τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
420εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.
421ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
422μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·
423Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας
424χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·
425δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,
426καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
427καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.
428ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
429χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
430τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς
431ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
432οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
433ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,
434ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
435καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
436ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
437ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
438ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·
439ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
440τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
441πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·
442ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
443παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην
444ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,
445ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.
446ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων
447παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
448ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
449χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
450τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
451κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
452Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
453ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
454τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·
455ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
456ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
457ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
458αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
459αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
460μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
461δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·
462καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
463λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
464αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
465μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
466ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
467αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
468δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
469αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
470κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
471νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
472οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
473καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
474μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.
475ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
476δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
477ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
478καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
479τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
480οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,
481ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
482στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
483ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
484αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
485νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν
486ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
487αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
488αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
489διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·
490οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
491οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
492αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.
493ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
494καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
495πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων
496παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.
497ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
498εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
499ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
500καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
501σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα
502λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
503Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα
504ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
505τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
506ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
507ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
508ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·
509τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ
510υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.
511ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
512ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων
513ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
514νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
515ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω
516ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
517τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
518ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις
519Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
520ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
521νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
522ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
523Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
524εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
525τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον
526τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν
527οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.
528ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
529ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
530κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
531τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα
532εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
533Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν
534ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
535μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.
536ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
537ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς
538ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
539αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
540τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
541αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
542κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
543πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
544τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
545Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
546εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·
547ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
548οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·
549ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
551τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
552αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
553καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,
554ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.
555νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
556ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
557ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
558τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
559τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
560τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
561δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
562πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ
563μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
564εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
565ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,
566μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
567ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
568ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
569καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
570ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
571τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν
572μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
573ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,
574εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
575ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς
576ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
577μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
578πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
579νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.
580εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
581ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
582ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
583αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
584ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
585μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
586τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
587μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
588θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ
589χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
590ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα
591ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
592πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
593κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
594ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
595ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
596μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
597αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
598οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
599ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
600ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
601ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
602δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
603οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,
604Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
605αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
606οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
607ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
608Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
609Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,
610ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
611ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.
Book 2
1ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
2εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,
3ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
4τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
5ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
6πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
7καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
8βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
9ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
10πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
11θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
12πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
13Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
14ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
15Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.
16ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
17καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
18βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
19εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.
20στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
21Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·
22τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
23εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
24οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
25ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
26νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
27ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
28θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
29πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
30Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
31ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
32Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
33ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
34αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
35ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
36τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·
37φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
38νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
39θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε
40Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
41ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·
42ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα
43καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·
44ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
45ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
46εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
47σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
48ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
49Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
50αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
51κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·
52οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·
53βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
54Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·
55τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
56κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
57ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
58εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·
59στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
60εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
61οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
62ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
63νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
64ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·
65θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
66πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
67Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
68ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
69Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
70ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν
71ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
72ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
73πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
74καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
75ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
76ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
77Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
78ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
79ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
80εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
81ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
82νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
83ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
84ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
85οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
86σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
87ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
88πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
89βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·
90αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
91ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
92ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
93ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
94ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.
95τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
96λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας
97κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς
98σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
99σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας
100παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
101ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
102Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
103αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
104Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
105αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,
106Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
107αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,
108πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
109τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·
110ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
111Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
112σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
113Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
114νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
115δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
116οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
117ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
118ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
119αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
120μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
121ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
122ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·
123εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
124ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
125Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
126ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
127Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
128πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
129τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
130Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι
131πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
132οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα
133Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
134ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
135καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
136αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα
137εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
138αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.
139ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
140φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
141οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
142ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
143πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
144κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
145πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε
146ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
147ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
148λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,
149ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ
150νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη
151ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον
152ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,
153οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν
154οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.
155ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
156εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
157ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
158οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
159Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,
160κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
161Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
162ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
163ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
164σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
165μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
166ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
167βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·
168καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
169εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
170ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
171ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
172ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
173διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,
174οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
175φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
The complete text is available when the reading interface loads.