Ἰλιάς
Book 22
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 22
1ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
2ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν
3κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ
4τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
5Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
6Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
7αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
8τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
9αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
10ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.
11ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
12οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
13οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
14τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
15ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
16ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ
17γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
18νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
19ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
20ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
21ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
22σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
23ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
24ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
25τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
26παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
27ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
28φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
29ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
30λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
31καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
32ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
33ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν
34ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει
35λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων
36ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
37τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
38Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
39οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
40Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
41σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
42ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
43κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
44ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
45κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
46καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
47οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
48τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
49ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα
50χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·
51πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
52εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,
53ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·
54λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
55ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
56ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
57Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς
58Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
59πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον
60δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
61αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα
62υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
63καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
64βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
65ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
66αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
67ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ
68τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
69οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,
70οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
71κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν
72ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
73κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
74ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
75αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
76τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
77ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ
78τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.
79μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
80κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
81καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·
82Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον
83αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
84τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
85τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
86σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε
87κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,
88οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
89Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
90ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
91πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,
92ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
93ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
94βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,
95σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
96ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
97πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·
98ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
99ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
100Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
101ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
102νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.
103ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.
104νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
105αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
106μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·
107Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
108ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη
109ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
110ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
111εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
112καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
113αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
114καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,
115πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
116ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,
117δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς
118ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·
119Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
120μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι
121κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
122ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
123μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει
124οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
125αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.
126οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης
127τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε
128παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.
129βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
130εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
131ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
132ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
133σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
134δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
135ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
136Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
137αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
138Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
139ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
140ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
141ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς
142ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
143ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ
144τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
145οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
146τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,
147κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
148δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
149ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
150γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
151ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
152ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
153ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
154καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
155πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
156τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
157τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·
158πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων
159καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
160ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
161ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
162ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
163ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
164ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
165ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
166καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
167τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
168ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
169ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ
170Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν
171Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε
172ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
173ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
174ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
175ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
176Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
177τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
178ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
179ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
180ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
181ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
182τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
183θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
184πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
185ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.
186ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
187βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
188Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
189ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
190ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·
191τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
192ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
193ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
194ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων
195ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
196εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
197τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
198πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.
199ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
200οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·
201ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.
202πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
203εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων
204ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
205λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
206οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
207μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
208ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
209καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
210ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
211τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
212ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
213ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
214Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
215ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
216νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ
217οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
218Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
219οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
220οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
221προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
222ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι
223οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
224ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
225στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
226ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον
227Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
228ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
229ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
230ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·
231ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
232τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
233Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
234γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
235νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
236ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
237τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.
238τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
239ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
240λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,
241αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
242ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
243νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
244ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
245νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
246νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
247ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
248οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
249τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
250οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
251τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην
252μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
253στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
254ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
255μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
256οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
257δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
258ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ
259νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.
260τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
261Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
262ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
263οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
264ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
265ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
266ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
267αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
268παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
269αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
270οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
271ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις
272κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
273ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
274καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
275ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
276ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,
277ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
278Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
279ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
280ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·
281ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
282ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
283οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
284ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
285εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι
286χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
287καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
288σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
289ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
290καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·
291τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ
292ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
293στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
294Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
295ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
296Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
297ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
298Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·
299ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
300νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,
301οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
302Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
303πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
304μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
305ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
306ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
307τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
308οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,
309ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
310ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
311ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
312ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
313ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
314καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ
315τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
316χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
317οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ
318ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
319ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
320πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,
321εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
322τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,
323καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
324φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,
325λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
326τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,
327ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
328οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
329ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
330ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
331Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων
332σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,
333νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων
334νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
335ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ
336ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
337τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
338λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,
339μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
340ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,
341δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
342σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
343Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
344τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·
345μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
346αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
347ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,
348ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
349οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα
350στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
351οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
352Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ
353ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
354ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
355τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·
356ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον
357πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
358φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι
359ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
360ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
361ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
362ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
363ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
364τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
365τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
366Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
367ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
368καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα
369αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
370οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
371Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
372ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
373ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
374Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
375ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
376τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
377στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
378ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
379ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
380ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,
381εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
382ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
383ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
384ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
385ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
386κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
387Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε
388ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
389εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο
390αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.
391νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
392νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
393ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
394ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
395ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
396ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
397ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
398ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
399ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας
400μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
401τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
402κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι
403κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
404δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
405ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ
406τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
407τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·
408ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
409κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
410τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
411Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
412λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
413ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
414πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
415ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
416σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ
417ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
418λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
419ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ
420γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
421Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
422Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.
423τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·
424τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
425ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
426Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·
427τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
428μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.
429ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·
430Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
431τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
432σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
433εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ
434Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
435δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
436ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
437ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο
438Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
439ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
440ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
441δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.
442κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
443ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
444Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
445νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
446χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
447κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
448τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
449ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
450δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.
451αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ
452στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
453πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
454αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς
455δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
456μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
457καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
458ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
459ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
460ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
461παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
462αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
463ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
464ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
465ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
466τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
467ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
468τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
469ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
470κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
471ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ
472ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
473ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
474αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
475ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
476ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
477Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
478ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
479αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
480ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν
481δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
482νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
483ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
484χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
485ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
486ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
487ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
488αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
489ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
490ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·
491πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
492δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
493ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
494τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
495χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
496τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
497χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
498ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
499δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην
500Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
501μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
502αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
503εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
504εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
505νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
506Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
507οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
508νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
509αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
510γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται
511λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
512ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
513οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
514ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
515ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.