The Greek Library Author

Homer

Ἰλιάς

Book 21

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 21

1ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

2Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

3ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε

4πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο

5ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·

6τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη

7πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ

8ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,

9ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,

10ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ

11ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.

12ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται

13φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ

14ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·

15ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος

16πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.

17αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ

18κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος

19φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,

20τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς

21ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.

22ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι

23φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου

24δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·

25ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα

26πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,

27ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους

28ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·

29τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,

30δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,

31τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,

32δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.

33αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.

34ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο

35ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς

36ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα

37ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ

38τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·

39τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.

40καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε

41νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·

42κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν

43Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·

44ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.

45ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν

46ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις

47χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε

48πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.

49τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς

50γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,

51ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς

52φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·

53ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

54ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·

55ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον

56αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,

57οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ

58Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε

59πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.

60ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο

61γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω

62ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει

63γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.

64ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς

65γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ

66ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.

67ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς

68οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων

69κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ

70ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.

71αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,

72τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·

73καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

74γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·

75ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·

76πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν

77ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,

78καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε

79Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.

80νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν

81ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα

82πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε

83μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,

84ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ

85γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος

86Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει

87Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.

88τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·

89τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,

90ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας

91ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·

92νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω

93σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.

94ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·

95μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,

96ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.

97ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς

98λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·

99νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·

100πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ

101τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν

102Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·

103νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε

104Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι

105καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.

106ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;

107κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.

108οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;

109πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·

110ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·

111ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ

112ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται

113ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.

114ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·

115ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας

116ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ

117τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω

118δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ

119κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.

120τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,

121καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·

122ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν

123αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ

124ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος

125οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·

126θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει

127ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.

128φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς

129ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.

130οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης

131ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,

132ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.

133ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες

134τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,

135οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.

136ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,

137ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο

138δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.

139τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος

140Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων

141υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος

142γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν

143πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.

144τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο

145ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε

146Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,

147τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.

148οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

149τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

150τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;

151δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.

152τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·

153Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;

154εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης

155Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν

156ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.

157αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος

158Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,

159ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι

160γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.

161ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς

162Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς

163ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.

164καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ

165ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·

166τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς

167δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ

168γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.

169δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα

170Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.

171καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,

172μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.

173Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

174ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος

175οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.

176τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,

177τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ

178ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,

179ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.

180γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι

181χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν

182ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας

183τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·

184κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος

185παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.

186φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,

187αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.

188τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι

189Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.

190τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,

191κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.

192καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι

193χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,

194τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,

195οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,

196ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα

197καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·

198ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν

199δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.

200ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,

201τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,

202κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.

203τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο

204δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·

205αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,

206οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,

207ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ

208χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.

209ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε

210Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·

211καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,

212εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης

213ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·

214ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις

215ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.

216εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,

217ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·

218πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,

219οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν

220στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.

221ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.

222τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

223ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.

224Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,

225πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι

226ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.

227ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·

228καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·

229ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς

230εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε

231Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ

232δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.

233ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ

234κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,

235πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς

236πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς

237τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος

238χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,

239κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.

240δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,

241ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν

242εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν

243εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα

244κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα

245ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν

246εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας

247ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι

248δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ

249ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο

250δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.

251Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,

252αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,

253ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·

254τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς

255σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς

256φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.

257ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου

258ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ

259χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·

260τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι

261ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει

262χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·

263ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο

264καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.

265ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς

266στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες

267ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,

268τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο

269πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα

270θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα

271λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.

272Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·

273Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη

274ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.

275ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,

276ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·

277ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων

278λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.

279ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·

280τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·

281νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι

282ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,

283ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.

284ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη

285στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,

286χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.

287τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·

288Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·

289τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν

290Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·

291ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,

292ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·

293αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·

294μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο

295πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι

296Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας

297ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.

298τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·

299αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,

300ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,

301πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν

302πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα

303πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν

304εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.

305οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον

306χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο

307ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·

308φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ

309σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος

310ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.

311ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα

312ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,

313ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε

314φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα

315ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.

316φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος

317οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης

318κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν

319εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας

320μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ

321ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.

322αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ

323ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.

324ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων

325μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.

326πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο

327ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·

328Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ

329μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,

330αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·

331ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ

332Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·

333ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.

334αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο

335εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,

336ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι

337φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας

338δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν

339μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·

340μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ

341φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.

342ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.

343πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς

344πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·

345πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.

346ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν

347αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·

348ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς

349κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.

350καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,

351καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,

352τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·

353τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,

354οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα

355πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.

356καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

357Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,

358οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.

359λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς

360ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;

361φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.

362ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ

363κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο

364πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,

365ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·

366οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ

367Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην

368πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·

369Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν

370ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι

371ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.

372ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,

373παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,

374μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,

375μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται

376καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.

377αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,

378αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·

379Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν

380ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.

381ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,

382ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.

383αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα

384παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·

385ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα

386ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·

387σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,

388ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς

389ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ

390γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.

391ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης

392ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε

393χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·

394τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις

395θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;

396ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας

397οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα

398ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;

399τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.

400ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν

401σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·

402τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.

403ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ

404κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,

405τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·

406τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.

407ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,

408τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,

409καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·

410νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων

411εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.

412οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,

413ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς

414κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.

415ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·

416τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη

417πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.

418τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,

419αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·

420ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη

421καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα

422δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.

423ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,

424καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ

425ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.

426τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,

427ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·

428τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ

429εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,

430ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη

431ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·

432τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο

433Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.

434ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.

435αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·

436Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν

437ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ

438ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.

439ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε

440καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.

441νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ

442μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ

443μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι

444πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν

445μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.

446ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα

447εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·

448Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες

449Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.

450ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι

451ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα

452Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.

453σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε

454δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·

455στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.

456νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ

457μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.

458τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων

459πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται

460πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι

461τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

462ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο

463ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω

464δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε

465ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,

466ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα

467παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.

468ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα

469πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.

470τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν

471Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·

472φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην

473πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·

474νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;

475μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω

476εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,

477ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.

478ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,

479ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις

480νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·

481πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο

482στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι

483τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ

484Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.

485ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν

486ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.

487εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς

488ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.

489ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε

490σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,

491αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα

492ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.

493δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,

494ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην

495χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·

496ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.

497Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·

498Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ

499πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·

500ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν

501εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.

502ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα

503πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.

504ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·

505ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,

506δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,

507ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ

508εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·

509τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων

510μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;

511τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·

512σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,

513ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.

514ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

515αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·

516μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος

517μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.

518οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,

519οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·

520κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς

521Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.

522ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται

523ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,

524πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,

525ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.

526ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,

527ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ

528Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ

529γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε

530ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·

531πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ

532ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς

533ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.

534αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,

535αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·

536δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.

537ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·

538αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων

539ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.

540οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο

541δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο

542φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ

543αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.

544ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,

545εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε

546φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.

547ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς

548ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι

549φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.

550αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον

551ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·

552ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

553ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος

554φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,

555αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.

556εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω

557Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ

558φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι

559Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·

560ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο

561ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·

562ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;

563μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ

564καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.

565οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·

566λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.

567εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·

568καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,

569ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι

570ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.

571ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ

572ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.

573ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο

574ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ

575ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·

576εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,

577ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει

578ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·

579ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ

580οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.

581ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,

582ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·

583ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ

584ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων

585νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.

586ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,

587οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν

588Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις

589ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.

590ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,

591καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.

592ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο

593σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε

594βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.

595Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο

596δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,

597ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,

598ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.

599αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·

600αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς

601ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·

602εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο

603τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον

604τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων

605ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·

606τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ

607ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.

608οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς

609μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι

610ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο

611ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.