The Greek Library Author

Homer

Ἰλιάς

Book 20

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 20

1ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο

2ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,

3Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·

4Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι

5κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ

6φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.

7οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,

8οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται

9καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

10ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο

11ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ

12Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.

13ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων

14νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,

15ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·

16τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;

17ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;

18τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.

19τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

20ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν

21ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.

22ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο

23ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι

24ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,

25ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.

26εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται

27οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.

28καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·

29νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς

30δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.

31ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.

32βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·

33Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη

34ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης

35Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·

36Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων

37χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.

38ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ

39Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα

40Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.

41εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,

42τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς

43ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·

44Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον

45δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα

46τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.

47αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,

48ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη

49στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,

50ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.

51αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος

52ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,

53ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.

54ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες

55σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·

56δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε

57ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε

58γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.

59πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης

60καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.

61ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,

62δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε

63γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,

64οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη

65σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·

66τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.

67ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος

68ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,

69ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·

70Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ

71Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·

72Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,

73ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,

74ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.

75ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς

76Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον

77Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει

78αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.

79Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων

80ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·

81υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·

82τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·

83Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ

84ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων

85Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;

86τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·

87Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις

88ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;

89οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος

90στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν

91ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,

92πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς

93εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.

94ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,

95ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν

96ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.

97τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·

98αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.

99καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει

100πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ

101ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα

102νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.

103τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

104ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν

105εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης

106ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·

107ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.

108ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν

109λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.

110ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,

111βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.

112οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην

113ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·

114ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·

115φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη

116ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.

117Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ

118ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.

119ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω

120αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ

121παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ

122δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι

123ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ

124Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.

125πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες

126τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι

127σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα

128γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.

129εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς

130δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ

131ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.

132τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·

133Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.

134οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι

135ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·

136ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες

137ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.

138εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,

139ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,

140αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται

141φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω

142ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων

143ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.

144ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης

145τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο

146ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη

147ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,

148ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.

149ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,

150ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·

151οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης

152ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.

153ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες

154βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο

155ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.

156τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ

157ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν

158ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι

159ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι

160Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.

161Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει

162νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν

163πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.

164Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς

165σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν

166ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων

167ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν

168δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας

169γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,

170οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν

171μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,

172γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ

173ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·

174ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ

175ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.

176οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

177τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

178Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν

179ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει

180ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι

181τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,

182οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·

183εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.

184ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων

185καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι

186αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.

187ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.

188ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα

189σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι

190καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.

191ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν

192πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,

193ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας

194ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.

195ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ

196βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω

197ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,

198πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.

199τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·

200Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς

201ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς

202ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.

203ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας

204πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·

205ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.

206φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,

207μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·

208αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο

209εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·

210τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται

211σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν

212ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.

213εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς

214ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·

215Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,

216κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ

217ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,

218ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.

219Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,

220ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·

221τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο

222θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.

223τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,

224ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·

225αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.

226αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,

227ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·

228ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,

229ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.

230Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·

231Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο

232Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,

233ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·

234τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν

235κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.

236Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·

237Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε

238Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·

239Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·

240αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.

241ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

242Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε

243ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.

244ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς

245ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.

246ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι

247πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.

248στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι

249παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.

250ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.

251ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη

252νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,

253αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο

254νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι

255πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.

256ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα

257πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον

258γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.

259ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος

260σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.

261Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ

262ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος

263ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο

264νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν

265ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα

266ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.

267οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος

268ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·

269ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς

270ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,

271τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,

272τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.

273δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,

274καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην

275ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,

276λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ

277Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.

278Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε

279δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ

280ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους

281ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν

282ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,

283ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς

284ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ

285σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ

286Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,

287οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.

288ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ

289ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,

290τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,

291εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·

292αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·

293ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,

294ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι

295πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο

296νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.

297ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει

298μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ

299δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;

300ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,

301μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς

302τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,

303ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται

304Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων

305οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.

306ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·

307νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει

308καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.

309τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·

310ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον

311Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς

312Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.

313ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους

314πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη

315μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,

316μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται

317καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.

318αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,

319βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,

320ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.

321αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν

322Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον

323ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·

324καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,

325Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.

326πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων

327Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,

328ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,

329ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.

330τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,

331καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

332Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει

333ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,

334ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;

335ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,

336μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.

337αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,

338θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·

339οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.

340ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.

341αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν

342θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,

343ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

344ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·

345ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα

346λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.

347ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν

348ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.

349ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι

350ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.

351ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας

352τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.

353ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·

354μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,

355ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.

356ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι

357τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·

358οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη

359τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·

360ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε

361καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,

362ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω

363Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.

364ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ

365κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·

366Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.

367καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,

368ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.

369οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,

370ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.

371τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,

372εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.

373ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν

374Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.

375καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·

376Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,

377ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,

378μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.

379ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν

380ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.

381ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν

382σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα

383ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,

384ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ

385Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·

386τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς

387μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,

388δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·

389κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·

390ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ

391Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν

392Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.

393ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.

394τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο

395πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα

396ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν

397νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.

398οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς

399αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ

400ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.

401Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα

402πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.

403αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος

404ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα

405κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·

406ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·

407αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον

408Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,

409οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,

410καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα

411δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων

412θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.

413τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς

414νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες

415χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·

416ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,

417γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε

418κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.

419Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον

420ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη

421κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη

422δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ

423ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς

424ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·

425ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,

426ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν

427ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.

428ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·

429ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.

430τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·

431Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς

432ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς

433ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.

434οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.

435ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,

436αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι

437δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.

438ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη

439πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο

440ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,

441αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς

442ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,

443σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων

444ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.

445τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς

446ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.

447ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,

448δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·

449ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι

450ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,

451ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.

452ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,

453εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.

454νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.

455ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·

456ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,

457Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε

458κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα

459οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·

460αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος

461ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,

462τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.

463Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,

464εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη

465μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,

466νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·

467οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,

468ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων

469ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·

470ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ

471κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε

472θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς

473δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο

474αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον

475μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,

476πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε

477ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

478Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες

479ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν

480αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς

481πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας

482τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε

483σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.

484αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν

485Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·

486τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,

487ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα

488ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ

489νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.

490ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ

491οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,

492πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,

493ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος

494κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.

495ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους

496τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,

497ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,

498ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι

499στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων

500νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,

501ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον

502αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι

503Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.