Ἰλιάς
Book 11
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 11
1Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
2ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
3Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
4ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
5στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
6ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
7ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
8ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
9εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
10ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε
11ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
12καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
13τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
14ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
15Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
16Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
17κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
18καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
19δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
20τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
21πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ
22ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
23τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
24τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
25δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
26κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
27τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
28ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
29ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
30χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
31ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
32ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
33καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
34ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
35λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
36τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
37δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
38τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ
39κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
40τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
41κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
42ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
43εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
44ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω
45λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
46τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
47ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
48ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,
49αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
50ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
51φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
52ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
53ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας
54αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε
55πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
56Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
57Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
58Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
59τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
60ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
61Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
62οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
63παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,
64ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
65ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ
66λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
67οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
68ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν
69πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
70ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
71δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
72ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
73θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
74οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
75οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
76σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
77δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
78πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
79οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
80τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς
81τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
82εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
83χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
84ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
85τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
86ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
87οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
88τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
89σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
90τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
91κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
92πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
93αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
94ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
95τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
96νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
97ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
98ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
99καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
100στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
101αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
102υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
103εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,
104Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς
105Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
106ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
107δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
108τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
109Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
110σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
111γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
112εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
113ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
114ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
115ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
116ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
117χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
118καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
119σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
120ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
121Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
122αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
123υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
124χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
125οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
126τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
127εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
128ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
129τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
130Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
131ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
132πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
133χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
134τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
135εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
136ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
137μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
138εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
139ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
140ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
141αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
142νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
143ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
144δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
145Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
146χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
147ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
148τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
149τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
150πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
151ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
152ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
153χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
154αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
155ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
156πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
157πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
158ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
159Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
160κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
161ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
162κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
163Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
164ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
165Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
166οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
167μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
168ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
169Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
170ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
171ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
172οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
173ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
174πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
175τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
176πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
177ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
178αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
179πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
180Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
181ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
182ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
183Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
184οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
185Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
186βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
187ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
188θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
189τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
190μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
191αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
192εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
193κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
194δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
195ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
196βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
197εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
198ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
199ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
200Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
201Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
202ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
203θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
204τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
205μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
206αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
207εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
208κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
209δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
210ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
211Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
212πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
213ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
214οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
215Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
216ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
217πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
218ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
219ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
220ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
221Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
222ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
223Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
224μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
225αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
226αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
227γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν
228σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
229τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
230αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·
231ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
232οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
233Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
234Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
235νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
236οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
237ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
238καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
239ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς
240σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
241ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
242οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
243κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·
244πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη
245αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
246δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,
247βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
248τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
249πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
250ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
251στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
252νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
253ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
254ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
255ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
256ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
257ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
258ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·
259τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
260οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
261τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
262ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ
263πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
264αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
265ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
266ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
267αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,
268ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
269ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
270δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
271Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
272ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
273ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
274νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
275ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
276ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
277ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
278φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
279εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
280ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους
281νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·
282ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
283τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
284Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα
285Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
286Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
287ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
288οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε
289Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
290ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.
291ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
292ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
293σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
294ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
295Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
296αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
297ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
298ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
299ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν
300Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
301Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
302καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον
303Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
304τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
305πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
306ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
307πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη
308σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
309ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
310ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
311καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
312εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·
313Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
314ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος
315ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
316τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
317ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
318ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
319Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
320ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
321δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
322ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
323τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
324τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
325ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
326ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
327ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
328ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
329υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
330ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
331στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
332πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
333τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
334θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
335Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
336ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
337ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.
338ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
339Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι
340ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
341τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς
342θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
343Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
344κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
345τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
346αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
347νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·
348ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
349ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
350καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
351ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,
352οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
353τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
354Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
355στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
356γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
357ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν
358τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
359τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
360ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
361δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
362ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
363ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων
364ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
365ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
366εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
367νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
368ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
369αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
370Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
371στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
372Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
373ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
374αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων
375καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε
376καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
377ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς
378ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας
379ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
380βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι
381νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
382οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
383οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.
384τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
385τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
386εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
387οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
388νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
389οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
390κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
391ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,
392ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
393τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,
394παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων
395πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
396ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
397ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
398ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.
399ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
400νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
401οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
402Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
403ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
404ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
405πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
406μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
407ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
408οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
409ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
410ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.
411εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
412τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
413ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
414ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ
415σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο
416θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
417ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
418γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
419ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
420Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
421οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
422αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
423Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
424δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
425νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
426τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ
427αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
428τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
429στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
430ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο
431σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
432τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,
433ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
434ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
435διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
436καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
437πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε
438Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
439γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
440ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·
441ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
442ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
443σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
444ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
445εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
446ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
447τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
448ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
449δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
450ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
451φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
452ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
453ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
454ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
455αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
456ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
457ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
458αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
459Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
460κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
461αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
462τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
463τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
464αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
465Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
466ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
467τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
468Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
469ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
470δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
471ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
472ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
473εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν
474Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
475ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ
476ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι
477φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·
478αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
479ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
480ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
481σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
482ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
483Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως
484ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
485Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
486στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
487ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου
488χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
489Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
490Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
491οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
492ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
493χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
494πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
495ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
496ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
497δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
498πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης
499ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
500ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει
501Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
502Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
503ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
504οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
505εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
506παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
507ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
508τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
509μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
510αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
511ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
512ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
513βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
514ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
515ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
516ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
517αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
518βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
519μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
520νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
521Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
522Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
523Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν
524ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
525Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
526Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
527εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
528κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
529ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
530ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
531ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
532μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
533ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
534στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
535νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
536ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
537αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
538ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
539ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
540αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
541ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
542Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
544Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
545στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
546τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς
547ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
548ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
549ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
550οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
551πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
552ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
553ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
554καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
555ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·
556ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ
557ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
558ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
559νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,
560κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες
561τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·
562σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·
563ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
564Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι
565νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
566Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
567αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
568Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
569πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
570αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
571ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
572ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
573πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
574ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
575τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς
576Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
577στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
578καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
579ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·
580Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.
581τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
582τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
583ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
584δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
585ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,
586ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
587ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
588στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
589Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
590φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην
591ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
592ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν
593πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες
594δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
595στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
596ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
597Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
598ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
599τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
600ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
601εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
602αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
603φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας
604ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.
605τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
606τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;
607τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
608δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
609νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
610λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
611ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο
612ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
613ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε
614τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·
615ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
616ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
617βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
618οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
619αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
620ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
621ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων
622στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα
623ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
624τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
625τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,
626θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
627ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
628ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
629καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς
630χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
631ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,
632πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,
633χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ
634τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
635χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.
636ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
637πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.
638ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
639οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν
640κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,
641πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.
642τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν
643μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
644Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
645τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
646ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.
647Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·
648οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.
649αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
650ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς
651γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
652νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.
653εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
654δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
655τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
656τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
657ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
658πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι
659ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
660βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
661οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·
662βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
663τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
664ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
665ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.
666ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
667Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
668αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
669ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
670εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
671ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
672ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα
673ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
674ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν
675ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
676κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
677ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
678πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
679τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,
680ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
681πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
682καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
683ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
684οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
685κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι
686τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·
687οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
688δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
689ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
690ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη
691τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·
692δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
693τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.
694ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
695ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
696ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν
697εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.
698καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ
699τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
700ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
701θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
702κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.
703τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
704ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε
705δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
706ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
707ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες
708ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
709πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
710παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
711ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
712τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
713τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
714ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη
715ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
716ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
717ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
718εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
719οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
720ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
721καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
722ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
723ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
724ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.
725ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
726ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.
727ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
728ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
729αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
730δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
731καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
732ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
733ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
734ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
735εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
736συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.
737ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
738πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
739Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,
740πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,
741ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
742τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
743ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας
744στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
745ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
746ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
747αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
748πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον
749φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
750καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,
751εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
752ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
753ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
754τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
755κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,
756ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
757πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
758κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
759ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
760ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,
761πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.
762ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
763οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
764πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
765ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν
766ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
767νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
768πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
769Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
770λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.
771ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
772ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς
773πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
774αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
775σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.
776σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα
777στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,
778ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,
779ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
780αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
781ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·
782σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
783Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ
784αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
785σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·
786τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
787πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
788ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι
789καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
790ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
791ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
792τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
793παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
794εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
795καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
796ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
797Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
798καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
799αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
800Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
801τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
802ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
803ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
804ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
805βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
806ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
807ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε
808ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
809ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
810διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
811σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
812ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
813αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
814τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
815καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
816ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
817ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
818ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
819ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,
820ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,
821ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
822τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
823οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
824ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
825οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
826ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
827χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
828ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
829μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
830νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε
831ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
832ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
833ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
834τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
835χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
836κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
837τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
838πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
839ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
840ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
841ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
842ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
843ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
844ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
845ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
846νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
847χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
848ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.