Ἰλιάς
Book 2
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 2
1ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
2εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,
3ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
4τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
5ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
6πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
7καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
8βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
9ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
10πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
11θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
12πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
13Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
14ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
15Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.
16ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
17καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
18βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
19εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.
20στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
21Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·
22τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
23εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
24οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
25ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
26νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
27ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
28θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
29πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
30Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
31ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
32Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
33ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
34αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
35ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
36τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·
37φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
38νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
39θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε
40Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
41ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·
42ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα
43καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·
44ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
45ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
46εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
47σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
48ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
49Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
50αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
51κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·
52οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·
53βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
54Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·
55τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
56κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
57ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
58εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·
59στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
60εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
61οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
62ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
63νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
64ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·
65θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
66πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
67Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
68ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
69Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
70ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν
71ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
72ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
73πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
74καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
75ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
76ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
77Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
78ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
79ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
80εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
81ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
82νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
83ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
84ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
85οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
86σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
87ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
88πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
89βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·
90αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
91ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
92ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
93ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
94ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.
95τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
96λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας
97κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς
98σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
99σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας
100παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
101ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
102Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
103αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
104Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
105αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,
106Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
107αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,
108πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
109τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·
110ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
111Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
112σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
113Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
114νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
115δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
116οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
117ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
118ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
119αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
120μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
121ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
122ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·
123εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
124ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
125Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
126ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
127Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
128πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
129τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
130Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι
131πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
132οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα
133Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
134ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
135καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
136αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα
137εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
138αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.
139ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
140φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
141οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
142ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
143πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
144κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
145πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε
146ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
147ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
148λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,
149ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ
150νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη
151ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον
152ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,
153οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν
154οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.
155ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
156εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
157ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
158οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
159Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,
160κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
161Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
162ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
163ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
164σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
165μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
166ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
167βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·
168καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
169εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
170ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
171ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
172ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
173διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,
174οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
175φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
176κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
177Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
178ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
179ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,
180σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
181μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
182ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
183βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
184κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·
185αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
186δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·
187σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
188ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
189τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
190δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
191ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
192οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·
193νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.
194ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
195μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
196θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
197τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
198ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,
199τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
200δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
201οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις
202οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·
203οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·
204οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
205εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
206σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
207ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ
208αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
209ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
210αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
211ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·
212Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
213ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
214μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
215ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
216ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
217φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
218κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
219φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.
220ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·
221τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ
222ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ
223ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.
224αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
225Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
226πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
227εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
228πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.
229ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
230Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
231ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
232ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
233ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
234ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
235ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ
236οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν
237αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
238ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
239ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα
240ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
241ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
242ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·
243ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
244Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
245καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
246Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
247ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·
248οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
249ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
250τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,
251καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
252οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
253ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
254τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
255ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
256ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
257ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
258εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
259μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
260μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
261εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
262χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,
263αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
264πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
265ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
266πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
267σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
268σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,
269ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
270οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·
271ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
272ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
273βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
274νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
275ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.
276οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
277νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
278ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
279ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
280εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
281ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
282μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
283ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
284Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
285πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
286οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
287ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο
288Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.
289ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
290ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
291ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
292καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
293ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι
294χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
295ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
296ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς
297ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
298αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
299τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν
300ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.
301εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
302μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
303χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
304ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
305ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
306ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
307καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
308ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
309σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
310βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
311ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
312ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
313ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·
314ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
315μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
316τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
317αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
318τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·
319λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
320ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
321ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,
322Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·
323τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
324ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
325ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.
326ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
327ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
328ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,
329τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
330κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
331ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
332αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
333ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
334σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
335μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
336τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
337ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
338νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
339πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
340ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν
341σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
342αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
343εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
344Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
345ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
346τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
347νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
348πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
349γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
350φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
351ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
352Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
353ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.
354τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
355πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
356τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
357εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
358ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
359ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
360ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·
361οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
362κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
363ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
364εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
365γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
366ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
367γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
368ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
369τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
370ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
371αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
372τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
373τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
374χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
375ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,
376ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
377καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
378ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
379εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα
380Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.
381νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
382εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,
383εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
384εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
385ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.
386οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν
387εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
388ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
389ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·
390ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
391ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
392μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
393ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
394ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
395ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
396προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
397παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
398ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
399κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
400ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
401εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
402αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
403πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
404κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
405Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
406αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
407ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
408αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
409ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
410βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
411τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
412Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
413μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
414πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
415αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
416Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
417χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
418πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
419ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
420ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.
421αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
422αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
423μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
424δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
425καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
426σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
427αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
428μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
429ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
430αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
431δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
432αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
433τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
434Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
435μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν
436ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
437ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
438λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
439ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
440ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
441ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
442αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
443κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
444οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
445οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
446θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
447αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
448τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
449πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
450σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
451ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
452καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
453τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
454ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
455ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
456οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
457ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
458αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
459τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
460χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
461Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
462ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
463κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
464ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
465ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
466σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
467ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
468μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
469ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
470αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
471ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
472τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
473ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
474τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες
475ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
476ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
477ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
478ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
479Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
480ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων
481ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
482τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
483ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
484ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·
485ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
486ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
487οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
488πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
489οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,
490φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
491εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
492θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
493ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
494Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
495Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
496οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
497Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,
498Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
499οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
500οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,
501Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
502Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
503οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,
504οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,
505οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
506Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
507οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
508Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·
509τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
510κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
511οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,
512τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
513οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
514παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
515Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
516τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
517αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
518υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
519οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
520Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
521οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
522οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
523οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
524τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
525οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
526Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
527Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
528μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
529ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
530ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
531οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε
532Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
533Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
534τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
535Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
536οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
537Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν
538Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,
539οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
540τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος
541Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
542τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
543αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
544θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
545τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
546οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
547δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
548θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
549κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
550ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
551κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
552τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
553τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
554κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
555Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
556τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
557Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
558στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
559οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
560Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
561Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,
562οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
563τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
564καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
565τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
566Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
567συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
568τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
569οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
570ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
571Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν
572καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,
573οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
574Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο
575Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,
576τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
577Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
578λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
579κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
580οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
581οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
582Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
583Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
584οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,
585οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
586τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
587ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
588ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
589ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ
590τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
591οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
592καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
593καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
594καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
595ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
596Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·
597στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
598Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
599αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
600θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
601τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
602τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
603οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
604Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,
605οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
606Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
607καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
608Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
609τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
610ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ
611Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
612αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
613νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
614Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
615οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
616ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
617πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
618τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
619νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
620τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
621υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·
622τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
623τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
624υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
625οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
626νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
627τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
628Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
629ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·
630τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
631αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
632οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
633καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
634οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,
635οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·
636τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
637τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
638Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
639οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
640Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
641οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
642οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
643τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
644τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
645Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
646οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
647Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
648Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
649ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
650τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
651Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
652τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
653Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
654ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
655οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
656Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
657τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
658ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
659τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
660πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
661Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
662αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
663ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
664αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας
665βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
666υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
667αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
668τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
669ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
670καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
671Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
672Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος
673Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
674τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·
675ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
676οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε
677καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
678τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
679Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·
680τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
681νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
682οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
683οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,
684Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
685τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
686ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
687οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
688κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
689κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
690τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
691Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
692κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
693υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
694τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.
695οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
696Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
697ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
698τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
699ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
700τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
701καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ
702νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
703οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
704ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
705Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
706αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
707ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
708ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
709δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
710τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
711οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
712Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
713τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
714Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
715Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
716οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
717καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
718τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
719ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα
720ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
721ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων
722Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
723ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
724ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
725Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
726οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
727ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
728τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.
729οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
730οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
731τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
732ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
733τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
734οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
735οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
736τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
737τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
738οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
739Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,
740τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
741υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
742τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
743ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
744τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
745οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
746υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
747τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
748Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
749τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
750οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,
751οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
752ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
753οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
754ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·
755ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
756Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
757οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
758ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
759τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
760οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
761τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
762αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.
763ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,
764τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
765ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·
766τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων
767ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
768ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας
769ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,
770ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
771ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
772κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
773Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
774δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
775τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος
776λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
777ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
778ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
779φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
780οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
781γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
782χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
783εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
784ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
785ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
786Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
787πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
788οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
789πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
790ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
791εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
792ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
793τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
794δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
795τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
796ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
797ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
798ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
799ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
800λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
801ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
802Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
803πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
804ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
805τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
806τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
807ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
808αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·
809πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς
810πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
811ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
812ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
813τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
814ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
815ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.
816Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
817Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
818λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
819Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
820Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
821Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
822οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
823Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
824οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
825ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
826Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
827Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
828οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
829καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
830τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
831υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
832ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
833στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
834πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
835οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
836καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
837τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
838Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
839αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
840Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
841τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
842τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
843υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
844αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως
845ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
846Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
847υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
848αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
849τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,
850Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
851Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
852ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
853οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
854ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον
855Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
856αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
857τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
858Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
859ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
860ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
861ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
862Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
863τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
864Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
865υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
866οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
867Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
868οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
869Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
870τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
871Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
872ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
873νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
874ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
875ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
876Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
877τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.