Ἰλιάς
Book 9
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 9
1ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς
2θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
3πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
4ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
5Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον
6ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
7κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·
8ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
9Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
10φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
11κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
12μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
13ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων
14ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
15ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·
16ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·
17ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
18Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
19σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
20Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
21νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
22δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
23οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
24ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
25ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
26ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
27φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
28οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
29ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
30δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
31ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
32Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
33ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
34ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
35φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα
36ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
37σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·
38σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,
39ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.
40δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
41ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
42εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
43ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης
44ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
45ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
46εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ
47φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
48νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ
49Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
50ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
51μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
52τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·
53Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
54καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
55οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
56οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
57ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης
58ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις
59Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.
60ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,
61ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι
62μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.
63ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
64ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
65ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
66δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι
67λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
68κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα
69Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.
70δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.
71πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν
72ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·
73πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.
74πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
75βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
76ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν
77καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
78νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
79ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
80ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
81ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
82ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
83ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,
84ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
85ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
86κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·
87κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·
88ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
89Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
90ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
91οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
92αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
93τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
94Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
95ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
96Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
97ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν
98λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
99σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
100τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,
101κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ
102εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
103αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
104οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
105οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν
106ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
107χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
108οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
109πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
110εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
111ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν
112φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
113δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
114τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
115ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
116ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
117λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
118ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
119ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
120ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.
121ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω
122ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
123αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
124πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
125οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
126οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
127ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
128δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
129Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
130ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
131τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων
132κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
133μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
134ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
135ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
136ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
137νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
138εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
139Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
140αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
141εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
142γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
143ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
144τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
145Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
146τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
147πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω
148πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
149ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
150Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
151Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
152καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
153πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
154ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
155οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
156καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
157ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
158δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,
159τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·
160καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
161ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
162τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
163Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
164δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
165ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
166ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
167εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
168Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
169αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
170κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.
171φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
172ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.
173ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
174αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
175κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
176νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
177αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
178ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
179τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
180δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
181πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
182τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
183πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
184ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
185Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
186τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
187καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,
188τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
189τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
190Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
191δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
192τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
193στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
194αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
195ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
196τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
197χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
198οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
199ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
200εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
201αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
202μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
203ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·
204οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
205ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.
206αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
207ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,
208ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
209τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.
210καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,
211πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
212αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
213ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
214πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
215αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
216Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
217καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
218αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
219τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
220Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.
221οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
222αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
223νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,
224πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·
225χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
226ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο
227ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ
228δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
229ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες
230δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι
231νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
232ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο
233Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
234κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ
235σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
236Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
237ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
238μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει
239ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
240ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·
241στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
242αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς
243δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
244ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς
245ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
246φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
247ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
248τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
249αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος
250ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
251φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
252ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
253ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·
254τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
255δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
256ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·
257ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον
258τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
259ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
260παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων
261ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.
262εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω
263ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·
264ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
265αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
266πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
267οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
268οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
269ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
270δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
271Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
272ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
273τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα
274κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
275μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
276ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.
277ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
278ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
279νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
280εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
281Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
282αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
283εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
284γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,
285ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
286τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
287Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
288τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
289πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει
290πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
291ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
292Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
293Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
294καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
295πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
296ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
297οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
298καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
299ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
300εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
301αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
302τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
303τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
304νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
305λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
306οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
307τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
308διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
309χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
310ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
311ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
312ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
313ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
314αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
315οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
316οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
317μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
318ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·
319ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
320κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
321οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ
322αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
323ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
324μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,
325ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
326ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων
327ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
328δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
329πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
330τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
331ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
332Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
333δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
334ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·
335τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν
336εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων
337τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
338Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας
339Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
340ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων
341Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
342τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
343ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
344νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε
345μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.
346ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
347φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
348ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
349καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ
350εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·
351ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
352ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον
353οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
354ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·
355ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
356νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
357αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
358νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,
359ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
360ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας
361νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
362εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
363ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
364ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·
365ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
366ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
367ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,
368αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
369Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω
370ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
371εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
372αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε
373τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
374οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
375ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις
376ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
377ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
378ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
379οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
380ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,
381οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας
382Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
383αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας
384ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
385οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
386οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων
387πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
388κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
389οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
390ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·
391οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,
392ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
393ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,
394Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
395πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε
396κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
397τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
398ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
399γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
400κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·
401οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν
402Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
403τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
404οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
405Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
406ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
407κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
408ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
409οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
410μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
411διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
412εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
413ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
414εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
415ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
416ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
417καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
418οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
419Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
420χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
421ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
422ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·
423ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
424ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
425νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη
426ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
427Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,
428ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
429αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
430ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
431μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
432ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
433δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
434εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
435βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
436πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
437πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
438οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
439ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
440νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο
441οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
442τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
443μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
444ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
445λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
446γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
447οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
448φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
449ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
450τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν
451μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων
452παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
453τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
454πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
455μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
456ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
457Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
462ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
463πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
464ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
465αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
466πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
467ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
468εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
469πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
470εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
471οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
472πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,
473ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
474ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
475καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
476ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
477ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
478φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,
479Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
480ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,
481καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
482μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
483καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
484ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
485καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
486ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ
487οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,
488πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
489ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
490πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
491οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
492ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
493τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
494ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
495ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
496ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ
497νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
498τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
499καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
500λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι
501λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
502καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
503χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,
504αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.
505ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
506πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν
507βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.
508ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
509τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·
510ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,
511λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
512τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
513ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
514τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
515εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι
516Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
517οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
518Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
519νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,
520ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
521κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
522φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
523μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
524οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
525ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·
526δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.
527μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
528ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
529Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
530ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,
531Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,
532Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
533καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
534χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
535Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,
536οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
537ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.
538ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
539ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,
540ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·
541πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
542αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
543τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
544πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
545καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
546τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.
547ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
548ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
549Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
550ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
551τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο
552τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·
553ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
554οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
555ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
556κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
557κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
558Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν
559τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
560Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
561τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
562Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς
563μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
564κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
565τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
566ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι
567πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
568πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
569κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
570πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,
571παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς
572ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
573τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
574πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες
575Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,
576ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
577ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
578ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
579πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
580ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
581πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
582οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
583σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·
584πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
585ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,
586οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·
587ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
588πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων
589βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
590καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
591λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
592κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·
593ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
594τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
595τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
596βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
597ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
598εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν
599πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
600ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων
601ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
602νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων
603ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
604εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
605οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.
606τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
607Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
608χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
609ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ
610ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
611ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
612μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
613Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
614τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
615καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·
616ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
617οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων
618εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι
619φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.
620ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ
621Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
622ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας
623ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
624διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
625ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
626τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα
627χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
628οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς
629ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
630σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
631τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
632νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
633ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·
634καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,
635τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
636ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε
637θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
638οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,
639ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,
640αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν
641πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
642κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
643τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
644Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
645πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·
646ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
647μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
648Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
649ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·
650οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
651πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
652Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
653κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
654ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
655Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
656ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
657σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.
658Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
659Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
660αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
661κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
662ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
663αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
664τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,
665Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
666Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ
667Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
668Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
669οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
670τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
671δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·
672πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
673εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
674ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
675ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;
676τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
677Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
678κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον
679πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.
680αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
681ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·
682αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι
683νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.
684καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
685οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
686Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
687χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
688ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,
689Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
690Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,
691ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
692αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.
693ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
694μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
695δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
696ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
697Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
698μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
699μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
700νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
701ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
702ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν
703θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
704ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
705νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
706σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·
707αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
708καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
709ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
710ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες
711μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
712καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
713ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.