Ἰλιάς
Book 6
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 6
1Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
2πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο
3ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
4μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
5Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
6Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,
7ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
8υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.
9τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
10ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
11αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
12Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
13Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
14ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
15πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
16ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον
17πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα
18αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων
19ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
20Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
21βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
22νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
23Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
24πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
25ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
26ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
27καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
28Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
29Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
30Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
31ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.
32Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
33Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
34ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας
35Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως
36φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
37Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
38ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
39ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
40ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
41πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
42αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
43πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
44Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
45Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
46ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
47πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
48χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
49τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
50εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
51ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
52καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
53δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων
54ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
55ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως
56ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
57πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
58χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ
59κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες
60Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.
61ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
62αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ
63ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
64οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ
65λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
66Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
67ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
68μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
69μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
70ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
71νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
72ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
73ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
74Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
75εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
76Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·
77Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
78Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι
79πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
80στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
81πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν
82φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
83αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
84ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,
85καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
86Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα
87μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
88νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
89οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
90πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
91εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
92θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
93καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
94ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
95ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
96ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
97ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
98ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
99οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
100ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην
101μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
102ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
103αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
104πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
105ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
106οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
107Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
108φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
109Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
110Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
111Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
112ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
113ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
114εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
115δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.
116ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
117ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
118ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
119Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
120ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
121οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
122τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
123τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
124οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
125τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
126σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
127δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
128εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
129οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
130οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
131δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
132ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
133σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
134θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
135θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
136δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
137δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
138τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
139καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
140ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
141οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
142εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
143ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
144τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
145Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
146οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
147φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
148τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
149ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
150εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς
151ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
152ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
153ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
154Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
155αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
156τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
157ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
158ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
159Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
160τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια
161κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
162πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
163ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
164τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
165ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
166ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
167κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
168πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ
169γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
170δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
171αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
172ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
173προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
174ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
175ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
176καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
177ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
178αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
179πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
180πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,
181πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
182δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
183καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
184δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
185καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
186τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
187τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
188κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
189εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·
190πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
191ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
192αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,
193δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
194καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
195καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
196ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
197Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
198Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
199ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
200ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
201ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
202ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
203Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
204μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
205τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
206Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
207πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν
208αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
209μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι
210ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
211ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
212ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
213ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
214αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
215ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
216Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
217ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·
218οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
219Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
220Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
221καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.
222Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα
223κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
224τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
225εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.
226ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·
227πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι
228κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
229πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
230τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
231γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.
232ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε
233χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
234ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
235ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε
236χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.
237Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
238ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
239εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
240καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
241πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.
242ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε
243ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ
244πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
245πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
246κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
247κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
248δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
249πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
250κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·
251ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
252Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·
253ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
254τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
255ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
256μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν
257ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
258ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,
259ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
260πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
261ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,
262ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
263τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·
264μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,
265μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·
266χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
267ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
268αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
269ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
270ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·
271πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
272ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
273τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
274καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
275ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
276ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
277αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
278ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
279ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
280ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
281αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
282γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
283Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
284εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
285φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
286ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
287κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
288αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
289ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
290Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
291ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
292τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
293τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
294ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
295ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
296βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
297αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
298τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
299Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
300τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
301αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
302ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
303θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
304εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
305πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
306ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
307πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
308ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
309ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς
310ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
311ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
312ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
313Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει
314καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι
315ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
316οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
317ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
318ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ
319ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
320αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
321τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
322ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
323Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
324ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
325τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
326δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
327λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
328μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
329ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
330ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
331ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
332τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
333Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
334τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
335οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
336ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
337νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
338ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
339λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
340ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
341ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
342ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
343τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
344δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
345ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
346οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
347εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
348ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
349αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
350ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
351ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
352τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
353ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
354ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
355δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
356εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
357οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
358ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
359τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
360μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·
361ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω
362Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
363ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
364ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
365καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
366οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
367οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
368ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
369ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
370αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,
371οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
372ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
373πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
374Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
375ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
376εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
377πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
378ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
379ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
380Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
381τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
382Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,
383οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων
384οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
385Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
386ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε
387τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
388ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
389μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.
390ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ
391τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
392εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
393Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,
394ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
395Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
396Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
397Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
398τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
399ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
400παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως
401Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
402τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
403Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
404ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
405Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
406ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
407δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
408παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
409σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
410πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
411σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη
412ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
413ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
414ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
415ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
416Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
417οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
418ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
419ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
420νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
421οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
422οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
423πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
424βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
425μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
426τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
427ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
428πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
429Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
430ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
431ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
432μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
433λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
434ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
435τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
436ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
437ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
438ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
439ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
440τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
441ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
442αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
443αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
444οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
445αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
446ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
447εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
448ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
449καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
450ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
451οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
452οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
453ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
454ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
455δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
456καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
457καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
458πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
459καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
460Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
461Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
462ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
463χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
464ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
465πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
466ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
467ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
468ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
469ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
470δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
471ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
472αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
473καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
474αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
475εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
476Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
477παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
478ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
479καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
480ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
481κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
482ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
483παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
484δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
485χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
486δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
487οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
488μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
489οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
490ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
491ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
492ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
493πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
494ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
495ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
496ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
497αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
498Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
499ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
500αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
501οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
502ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
503οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
504ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
505σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
506ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
507δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
508εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
509κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
510ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
511ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
512ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
513τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
514καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
515Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
516στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
517τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
518ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
519δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
520τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
521δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
522ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
523ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
524ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
525πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
526ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
527δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
528κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
529ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.