The Greek Library Author

Homer

Ἰλιάς

Book 8

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 8

1Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,

2Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος

3ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·

4αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·

5κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,

6ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

7μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην

8πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες

9αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.

10ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω

11ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι

12πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·

13ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα

14τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,

15ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,

16τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·

17γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.

18εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·

19σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες

20πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·

21ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ

22Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.

23ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

24αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·

25σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο

26δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.

27τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.

28ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

29μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.

30ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

31ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων

32εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·

33ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,

34οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

35ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·

36βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,

37ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

38τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·

39θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ

40πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.

41ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω

42ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

43χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην

44χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,

45μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην

46μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.

47Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν

48Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.

49ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε

50λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.

51αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων

52εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.

53οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ

54ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.

55Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο

56παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι

57χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.

58πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,

59πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.

60οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο

61σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν

62χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

63ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.

64ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

65ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.

66ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

67τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.

68ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,

69καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·

70ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο

71Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

72ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.

73αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ

74ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·

75αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ

76ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες

77θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.

78ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,

79οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·

80Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν

81οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ

82δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο

83ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων

84κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.

85ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,

86σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.

87ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε

88φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι

89ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες

90Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν

91εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·

92σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·

93διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ

94πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;

95μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·

96ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.

97ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,

98ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.

99Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,

100στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,

101καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

102ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,

103σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,

104ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.

105ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι

106οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο

107κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,

108οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.

109τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ

110Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ

111εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.

112ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.

113Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην

114ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.

115τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·

116Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,

117μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.

118τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·

119καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα

120υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα

121ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.

122ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

123ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.

124Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·

125τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου

126κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν

127ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν

128Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων

129ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.

130ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,

131καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,

132εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·

133βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,

134κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·

135δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,

136τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·

137Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,

138δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·

139Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.

140ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;

141νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει

142σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,

143δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο

144οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.

145τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·

146ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·

147ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·

148Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·

149Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.

150ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.

151τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

152ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.

153εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,

154ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες

155καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,

156τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.

157ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους

158αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

159ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.

160τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·

161Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι

162ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·

163νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.

164ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο

165πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας

166ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.

167ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν

168ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.

169τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,

170τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς

171σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.

172Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

173Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

174ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

175γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων

176νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·

177νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο

178ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·

179ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.

180ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,

181μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,

182ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς

183Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.

184ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·

185Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε

186νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν

187Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος

188ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν

189οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,

190ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.

191ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν

192ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει

193πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,

194αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο

195δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.

196εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς

197αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.

198ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,

199σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,

200καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·

201ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ

202ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.

203οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι

204πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.

205εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,

206Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,

207αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.

208τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·

209Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.

210οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι

211ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.

212ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

213τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε

214πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων

215εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

216Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.

217καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,

218εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη

219αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.

220βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν

221πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,

222στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,

223ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,

224ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο

225ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας

226εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·

227ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·

228αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·

229πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,

230ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,

231ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων

232πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,

233Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος

234στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν

235Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.

236Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων

237τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;

238οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν

239νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,

240ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα

241ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.

242ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·

243αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,

244μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.

245ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,

246νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.

247αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,

248νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·

249πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,

250ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.

251οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,

252μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.

253ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων

254εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους

255τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,

256ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν

257Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·

258τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν

259ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·

260ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.

261τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,

262τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,

263τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος

264Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,

265τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·

266Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,

267στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.

268ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως

269παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ

270βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,

271αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν

272εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.

273ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;

274Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην

275Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην

276καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,

277πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

278τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

279τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·

280στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·

281Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν

282βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι

283πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,

284καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·

285τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.

286σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·

287αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη

288Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,

289πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,

290ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν

291ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.

292τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·

293Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν

294ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι

295παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς

296ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.

297ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,

298πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·

299τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.

300ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν

301Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·

302καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα

303υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,

304τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ

305καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.

306μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ

307καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,

308ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.

309Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν

310Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.

311ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·

312ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα

313ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·

314ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

315ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.

316Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·

317τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,

318Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα

319ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.

320αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος

321σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,

322βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.

323ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,

324θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ

325αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει

326αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,

327τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,

328ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,

329στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.

330Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,

331ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.

332τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι

333Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ

334νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

335ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·

336οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·

337Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.

338ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος

339ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων

340ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,

341ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,

342αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.

343αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

344φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,

345οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,

346ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

347χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·

348Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους

349Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.

350τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,

351αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·

352ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ

353ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;

354οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται

355ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς

356Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.

357τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

358καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε

359χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·

360ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι

361σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·

362οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν

363τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.

364ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς

365τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.

366εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν

367εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν

368ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,

369οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.

370νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,

371ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,

372λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

373ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.

374ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,

375ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο

376τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι

377ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ

378γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,

379ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς

380δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.

381ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.

382ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους

383Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·

384αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο

385πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει

386ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,

387ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο

388τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.

389ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος

390βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν

391ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.

392Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·

393αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,

394τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε

395ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.

396τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.

397Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,

398Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·

399βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην

400ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.

401ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

402γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,

403αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·

404οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

405ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·

406ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.

407Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·

408αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.

409ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,

410βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.

411πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο

412ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·

413πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;

414οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.

415ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,

416γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,

417αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·

418οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

419ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·

420ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.

421Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·

422αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·

423ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε

424τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.

425ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,

426αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·

427ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε

428νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·

429τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,

430ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ

431Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.

432ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·

433τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,

434καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,

435ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·

436αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον

437μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.

438Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους

439Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.

440τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,

441ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·

442αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς

443ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.

444αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη

445ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·

446αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·

447τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;

448οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ

449ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.

450πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,

451οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.

452σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα

453πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.

454ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·

455οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ

456ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.

457ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·

458πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.

459ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε

460σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·

461Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·

462αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

463εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·

464ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,

465οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

466ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·

467βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,

468ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

469τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

470ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα

471ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη

472ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·

473οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ

474πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,

475ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται

476στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·

477ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω

478χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι

479γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε

480ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο

481τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·

482οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε

483σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.

484ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.

485ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο

486ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.

487Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς

488ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.

489Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ

490νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,

491ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.

492ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον

493τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ

494ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς

495αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,

496τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·

497κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·

498νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς

499ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·

500ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα

501Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.

502ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ

503δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους

504λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·

505ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα

506καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε

507σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,

508ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης

509καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,

510μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ

511φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.

512μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,

513ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ

514βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι

515νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος

516Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.

517κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων

518παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας

519λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·

520θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη

521πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω

522μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.

523ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·

524μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,

525τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.

526ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν

527ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,

528οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.

529ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,

530πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες

531νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.

532εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης

533πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν

534χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.

535αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος

536μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω

537κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι

538ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς

539εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,

540τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,

541ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.

542ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.

543οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,

544δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·

545ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα

546καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,

547σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.

548ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας

549κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.

550ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,

551οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,

552καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο

553οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας

554εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.

555ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην

556φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·

557ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι

558καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,

559πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·

560τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων

561Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.

562χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ

563εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.

564ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας

565ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.