Ἰλιάς
Book 13
Title variantsἸλιάς · Ilias · Iliad · Iliade
Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος
- Scientific editors
- David B. Monro, Thomas W. Allen
- Edition reference
- Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
- CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 13
1Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
2τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν
3νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
4νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
5Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
6γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
7ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
8οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
9ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
10οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·
11καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
12ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
13Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
14φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
15ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς
16Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
17αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
18κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη
19ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
20τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
21Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
22χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
23ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
24ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
25χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
26χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
27βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
28πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
29γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
30ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·
31τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
32ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
33μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
34ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
35λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ
36ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
37ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν
38νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
39Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
40Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
41ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν
42αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
43ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
44Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
45εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
46Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
47Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
48ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
49ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους
50Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
51ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
52τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
53ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
54Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
55σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
56αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
57τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν
58ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
59ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
60ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο,
61γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
62αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
63ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
64ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
65ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
66τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
67αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
68Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
69μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
70οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
71ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
72ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
73καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
74μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
75μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
76τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
77οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
78μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
79ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
80Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
81ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
82χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
83τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
84οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
85τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
86καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
87Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
88τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·
89οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων
90ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
91Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
92Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
93Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
94τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
95αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε
96μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
97εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
98νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
99ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι
100δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,
101Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
102φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην
103θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται
104αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·
105ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
106μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·
107νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
108ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
109οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
110νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.
111ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
112ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
113οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
114ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
115ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.
116ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
117πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
118ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
119λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
120ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
121τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος
122αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
123Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
124καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.
125ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
126ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
127καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
128οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι
129κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
130φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·
131ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
132ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
133νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·
134ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
135σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
136Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
137ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
138ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
139ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·
140ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ
141ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
142ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
143ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
144ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
145κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
146στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν
147νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
148ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
149ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
150Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
151παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
152καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
153ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με
154ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
155ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
156Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
157Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
158κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
159Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
160καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
161ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
162ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
163ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
164ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως
165ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς
166ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
167βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
168οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
169οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
170Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
171Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
172ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
173κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
174αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
175ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
176ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
177τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ
178νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς
179ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
180χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
181ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
182Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
183Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
184ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
185τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος
186νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
187δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
188Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
189κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
190Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
191Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ
192σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,
193ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω
194νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
195Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
196ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
197Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
198ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
199ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
200ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
201ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
202τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς
203κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
204ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
205Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
206καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
207υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
208βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
209ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
210Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
211ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
212ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
213τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας
214ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
215ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
216εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
217ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
218Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·
219Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
220οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
221τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
222ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
223γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
224οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
225εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
226μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
227νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
228ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
229ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
230τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
231τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
232Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
233ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
234ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
235ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ
236σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
237συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
238νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
239ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
240Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
241δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
242βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
243χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
244δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
245ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
246Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
247ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
248οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
249Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
250τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
251ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
252ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
253ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
254τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
255Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
256ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
257οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
258ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
259τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
260δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
261ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
262Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
263ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
264τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
265καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
266τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
267καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
268πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
269οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
270ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
271ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
272ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
273λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
274τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
275οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
276εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
277ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,
278ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·
279τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
280οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,
281ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,
282ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
283κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
284τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
285ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
286ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
287οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
288εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
289οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
290ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
291πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
292ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
293ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
294ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
295ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
296καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
297βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
298οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
299τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
300ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
301τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
302ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε
303ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
304τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
305ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
306τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
307Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
308ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,
309ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
310δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
311τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
312νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
313Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν
314τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
315οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
316Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
317αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
318κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
319νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
320ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
321ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
322ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
323χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
324οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
325ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
326νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
327εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
328ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
329ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
330οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
331αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
332κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
333τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
334ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
335ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
336οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
337ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
338ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
339ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
340μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν
341αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
342θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
343ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
344ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
345τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
346ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
347Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
348κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
349ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
350ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
351Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
352λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
353Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
354ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
355ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
356τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
357λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
358τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
359πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
360ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.
361ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
362Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
363πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
364ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
365ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
366Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
367ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
368τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
369δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
370Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
371καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
372χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
373δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
374Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
375εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
376Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
377καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
378δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
379Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
380Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
381ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
382ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
383ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
384ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ
385πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων
386αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
387Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
388λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
389ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
390ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
391ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
392ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
393βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
394ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
395οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
396ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης
397δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ
398χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
399αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
400ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
401ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
402Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
403Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
404ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
405Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,
406τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
407δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·
408τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
409καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
410ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
411ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
412ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
413Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
414οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι
415εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
416γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.
417ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,
418Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
419ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
420ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
421τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
422Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
423νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
424Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ
425ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
426ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
427ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
428ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,
429πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
430τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
431ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
432κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
433γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
434τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
435θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·
436οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,
437ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
438ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
439ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
440χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
441δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
442δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,
443ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
444ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·
445Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
446Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
447τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
448δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,
449ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,
450ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·
451Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,
452Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα
453Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν
454σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
455ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
456ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
457ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
458ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
459βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου
460ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
461οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.
462ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
463Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
464γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
465ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
466γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
467τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
468ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
469βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
470ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
471ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
472ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
473χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
474ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
475θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
476ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,
477Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους
478Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
479Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
480τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
481δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
482Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
483ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
484καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
485εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ
486αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
487ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
488πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
489Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
490Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
491οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
492λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
493πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
494ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
495ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
496οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
497μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
498σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
499ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
500Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
501ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
502Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
503ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
504αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
505ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
506Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
507ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
508ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
509Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
510ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
511ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
512οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
513οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
514τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
515τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
516τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
517Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
518ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ
519υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος
520ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
521οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
522υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
523ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
524ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
525ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
526οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
527Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
528ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
529δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
530αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
531Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
532ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
533ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
534αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
535ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
536ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
537ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
538οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
539τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
540οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
541ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
542λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
543ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
544καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
545Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
546οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
547ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
548τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
549κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
550Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων
551παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
552οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
553εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
554Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
555Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
556οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
557στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
558σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
559ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
560ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον
561Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
562ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
563κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
564καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος
565ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·
566ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·
567Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
568αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
569γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
570ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ
571ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες
572ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
573ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
574ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν
575ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.
576Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
577Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
578ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
579μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
580τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
581Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
582βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
583ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
584τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
585ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
586Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
587θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
588ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν
589θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
590πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
591ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
592πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
593Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
594τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ
595ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
596ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
597χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
598καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
599αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
600σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
601Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο
602ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
603σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
604οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
605Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
606Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
607οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
608ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
609ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
610Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
611ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
612ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
613μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
614ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
615ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
616ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
617πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
618ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
619τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
620λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
621Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
622ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
623ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ
624Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
625ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
626οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
627μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
628νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
629πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
630ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
631Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
632ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
633οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
634Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
635φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
636πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
637μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
638τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
639ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
640ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα
641συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
642αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
643ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
644Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
645ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
646ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
647ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
648ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
649πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
650Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,
651καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
652ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
653ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
654θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
655κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
656τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
657ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
658ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
659ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
660τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
661ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
662τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
663ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
664ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
665ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
666πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
667νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
668ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
669τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
670νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
671τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
672ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
673ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
674Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
675ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
676λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
677ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
678ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
679ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
680ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
681ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
682θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
683τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
684ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
685ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
686Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
687σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
688ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
689οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
690ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
691Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
692Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
693πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
694ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
695ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
696ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
697γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
698αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
699οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
700ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
701Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
702ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
703ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
704ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
705πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
706τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
707ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
708ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
709ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
710λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
711ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
712οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
713οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
714οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
715οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
716ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
717Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
718ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
719δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
720μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
721οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
722Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
723ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
724Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
725εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
726Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
727οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
728τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
729ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
730ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
731ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
732ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
733ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
734καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
735αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
736πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
737Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
738οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
739παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
740ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
741ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
742ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
743αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
744πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
745δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
746χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
747μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
748ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
749αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
750καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
751Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
752αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
753αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
754ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
755κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.
756οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
757πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
758αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος
759Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
760φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
761τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
762ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
763χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
764οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
765τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης
766δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
767θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
768ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
769Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
770ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
771Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
772ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
773Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
774τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
775Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
776ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
777μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
778ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
779ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
780νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
781οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
782οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
783ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
784νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
785ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
786ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
787πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
788ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
789βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
790ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
791Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
792Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
793οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
794ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
795οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
796ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
797θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
798κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
799κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
800ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,
801χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
802Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
803Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
804ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·
805ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
806πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
807εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
808ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
809Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
810δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως
811Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
812ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
813ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
814νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
815ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
816χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
817σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
818ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
819θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
820οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.
821ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
822αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν
823θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
824Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
825εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
826εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
827τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
828ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
829πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
830μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
831δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς
832δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
833ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο
834ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
835Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
836ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
837ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.