The Greek Library Author

Homer

Ἰλιάς

Book 18

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 18

1ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,

2Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.

3τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων

4τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·

5ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

6ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ

7νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;

8μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,

9ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε

10Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο

11χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.

12ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς

13σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ

14ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.

15εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

16τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς

17δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·

18ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς

19πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.

20κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται

21γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.

22ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·

23ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν

24χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·

25νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.

26αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς

27κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.

28δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε

29θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε

30ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι

31στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.

32Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων

33χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·

34δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.

35σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ

36ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,

37κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο

38πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.

39ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε

40Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις

41Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια

42καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ

43Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε

44Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα

45Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια

46Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·

47ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα

48Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια

49ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.

50τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι

51στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·

52κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι

53εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.

54ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,

55ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε

56ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·

57τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς

58νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω

59Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις

60οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.

61ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο

62ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.

63ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω

64ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.

65ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ

66δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης

67ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο

68ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ

69Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.

70τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,

71ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,

72καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

73τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;

74ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται

75ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν

76πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν

77σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.

78τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

79μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·

80ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος

81Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων

82ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ

83δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι

84καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα

85ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.

86αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι

87ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.

88νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη

89παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις

90οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε

91ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ

92πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,

93Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.

94τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·

95ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·

96αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.

97τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

98αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ

99κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης

100ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.

101νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,

102οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι

103τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,

104ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,

105τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων

106ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.

107ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο

108καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,

109ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο

110ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·

111ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

112ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,

113θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·

114νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω

115Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ

116Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.

117οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,

118ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·

119ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.

120ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,

121κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,

122καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων

123ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων

124δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,

125γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·

126μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.

127τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·

128ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι

129τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.

130ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται

131χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ

132αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι

133δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.

134ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος

135πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·

136ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι

137τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.

138ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,

139καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·

140ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον

141ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,

142καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον

143εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν

144υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.

145ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·

146ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα

147ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.

148τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ

149θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο

150φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.

151οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ

152ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·

153αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι

154Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.

155τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ

156ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·

157τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν

158νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς

159ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε

160στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.

161ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται

162ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,

163ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ

164Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.

165καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,

166εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις

167ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι

168κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.

169ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·

170ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·

171Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ

172ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν

173οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,

174οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν

175Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ

176ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε

177πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.

178ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω

179Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·

180σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.

181τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·

182Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;

183τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·

184Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·

185οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος

186ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.

187τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

188πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·

189μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι

190πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·

191στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.

192ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,

193εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.

194ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ

195ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.

196τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·

197εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·

198ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,

199αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο

200Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν

201τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.

202ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,

203αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη

204ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,

205ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων

206χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.

207ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται

208τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,

209οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ

210ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι

211πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ

212γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,

213αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·

214ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·

215στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς

216μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.

217ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη

218φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.

219ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ

220ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,

221ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.

222οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,

223πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι

224ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.

225ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ

226δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος

227δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.

228τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,

229τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.

230ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι

231ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ

232ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες

233κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι

234μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς

235δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον

236κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,

237τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν

238ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.

239Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη

240πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·

241ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ

242φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.

243Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης

244χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,

245ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.

246ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη

247ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς

248ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.

249τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν

250Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·

251Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,

252ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·

253ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

254ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε

255ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν

256ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.

257ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ

258τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·

259χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων

260ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.

261νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·

262οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει

263μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ

264ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,

265ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.

266ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·

267νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα

268ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας

269αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν

270γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν

271ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται

272Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.

273εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,

274νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι

275ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι

276μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·

277πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες

278στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν

279ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.

280ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους

281παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·

282εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,

283οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.

284τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·

285Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,

286ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.

287ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;

288πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι

289πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·

290νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,

291πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν

292κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.

293νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω

294κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,

295νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·

296οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.

297ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.

298νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,

299καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·

300Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,

301συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·

302τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.

303πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες

304νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.

305εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,

306ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε

307φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην

308στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.

309ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.

310ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν

311νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.

312Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,

313Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.

314δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ

315παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.

316τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο

317χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου

318πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,

319ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ

320ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,

321πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν

322εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·

323ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·

324ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ

325θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·

326φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν

327Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.

328ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·

329ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι

330αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα

331δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς

332οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.

333νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,

334οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι

335τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·

336δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω

337Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.

338τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,

339ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι

340κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,

341τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ

342πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.

343ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς

344ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα

345Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.

346οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,

347ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.

348γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·

349αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,

350καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,

351ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·

352ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν

353ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.

354παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα

355Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·

356Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·

357ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη

358ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο

359ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.

360τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·

361αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

362καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,

363ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·

364πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,

365ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις

366κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,

367οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;

368ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

369Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα

370ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι

371χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.

372τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας

373σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν

374ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,

375χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,

376ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα

377ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.

378οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω

379δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.

380ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,

381τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.

382τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος

383καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·

384ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

385τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ

386αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.

387ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.

388ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.

389τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου

390καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·

391κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·

392Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.

393τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·

394ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,

395ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα

396μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε

397κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,

398εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ

399Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.

400τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,

401πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους

402ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο

403ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος

404ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,

405ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.

406ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ

407πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.

408ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,

409ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.

410ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη

411χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.

412φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα

413λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·

414σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ

415αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,

416δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε

417χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι

418χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.

419τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ

420καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.

421αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων

422πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,

423ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

424τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ

425αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.

426αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,

427εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

428τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·

429Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,

430τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ

431ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;

432ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν

433Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν

434πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ

435κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·

436υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε

437ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·

438τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς

439νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω

440Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις

441οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.

442ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο

443ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.

444κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,

445τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.

446ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς

447Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε

448εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες

449Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.

450ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,

451αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,

452πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.

453πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·

454καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων

455πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν

456ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.

457τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα

458υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν

459καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας

460καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος

461Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.

462τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·

463θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.

464αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην

465νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,

466ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε

467ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.

468ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·

469τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.

470φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων

471παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,

472ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,

473ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.

474χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε

475καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα

476θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ

477ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.

478ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε

479πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν

480τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.

481πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ

482ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.

483ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,

484ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,

485ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,

486Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος

487Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,

488ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,

489οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.

490ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων

491καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,

492νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων

493ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·

494κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν

495αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες

496ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.

497λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος

498ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς

499ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι

500δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·

501ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.

502λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·

503κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες

504εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,

505σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·

506τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.

507κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,

508τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.

509τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν

510τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,

511ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι

512κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·

513οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.

514τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα

515ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·

516οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη

517ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,

518καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ

519ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.

520οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι

521ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,

522ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.

523τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν

524δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.

525οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες

526τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.

527οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα

528τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ

529ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.

530οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν

531εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων

532βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.

533στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,

534βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.

535ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,

536ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,

537ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·

538εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.

539ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,

540νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.

541ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν

542εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ

543ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.

544οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,

545τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου

546δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,

547ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.

548ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,

549χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.

550ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι

551ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.

552δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,

553ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.

554τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε

555παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες

556ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ

557σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.

558κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,

559βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες

560δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.

561ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν

562καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,

563ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.

564ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε

565κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,

566τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.

567παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες

568πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.

569τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ

570ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε

571λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ

572μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.

573ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·

574αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,

575μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ

576πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.

577χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι

578τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.

579σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι

580ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς

581ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.

582τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην

583ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες

584αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.

585οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,

586ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.

587ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις

588ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,

589σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.

590ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,

591τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ

592Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.

593ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι

594ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.

595τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας

596εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·

597καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας

598εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.

599οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι

600ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν

601ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·

602ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.

603πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος

604τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς

605φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς

606μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.

607ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο

608ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.

609αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,

610τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,

611τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν

612καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,

613τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.

614αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,

615μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.

616ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος

617τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.