The Greek Library Author

Homer

Ἰλιάς

Book 17

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 17

1οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον

2Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.

3βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,

4ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ

5πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·

6ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.

7πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,

8τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.

9οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε

10Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ

11ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·

12Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν

13χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·

14οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων

15Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·

16τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,

17μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.

18τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·

19Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.

20οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος

21οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος

22θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,

23ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.

24οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο

25ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε

26καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν

27ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα

28εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.

29ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα

30στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω

31ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο

32πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.

33ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·

34νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις

35γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,

36χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,

37ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.

38ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην

39εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας

40Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.

41ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται

42οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.

43ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·

44οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

45ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ

46Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·

47ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα

48νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·

49ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,

50δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.

51αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι

52πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.

53οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης

54χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,

55καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι

56παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·

57ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ

58βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·

59τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον

60Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.

61ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς

62βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·

63τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι

64πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει

65δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες

66πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν

67ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·

68ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα

69ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.

70ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο

71Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,

72ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ

73ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·

74καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

75Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων

76ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ

77ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι

78ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.

79τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς

80Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε

81Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.

82ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,

83Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·

84πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω

85τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ

86κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.

87βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ

88ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο

89ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·

90ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

91ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ

92Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,

93μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.

94εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι

95αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·

96Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.

97ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;

98ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι

99ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.

100τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται

101Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.

102εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,

103ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης

104καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν

105Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.

106εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν

107τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.

108αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν

109ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,

110ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται

111ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ

112παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·

113ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.

114στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων

115παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.

116τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης

117θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·

118θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·

119βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.

120Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος

121σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν

122γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.

123ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·

124βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.

125Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,

126ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,

127τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.

128Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·

129Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,

130ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ

131Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.

132Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας

133ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,

134ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ

135ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,

136πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·

137ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.

138Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος

139ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.

140Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν

141Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·

142Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.

143ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.

144φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς

145οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·

146οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν

147εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν

148μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.

149πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον

150σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον

151κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,

152ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ

153ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.

154τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν

155οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.

156εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη

157ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης

158ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,

159αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.

160εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος

161ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,

162αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ

163λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·

164τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος

165Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.

166ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας

167στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,

168οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.

169τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·

170Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;

171ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων

172τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·

173νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,

174ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.

175οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·

176ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,

177ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην

178ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.

179ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,

180ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,

181ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα

182σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.

183ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

184Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,

185ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,

186ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω

187καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.

188ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ

189δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους

190ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,

191οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.

192στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·

193ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν

194Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε

195Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες

196πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε

197γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.

198τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς

199τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,

200κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·

201ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν

202ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις

203ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·

204τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,

205τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων

206εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,

207τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι

208δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.

209ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.

210Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης

211δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς

212ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους

213βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι

214τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.

215ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι

216Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε

217Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε

218Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·

219τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·

220κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·

221οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων

222ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,

223ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα

224προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.

225τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ

226λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.

227τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω

228ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.

229ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης

230Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,

231ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς

232ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.

233ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν

234δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς

235νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο

236νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.

237καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·

238ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ

239ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.

240οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,

241ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,

242ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,

243καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει

244Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.

245ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.

246ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,

247ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·

248ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

249οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ

250δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος

251λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.

252ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον

253ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·

254ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ

255Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.

256ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·

257πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,

258τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος

259Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.

260τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,

261ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;

262Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.

263ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο

264βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι

265ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,

266τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ

267ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες

268φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι

269λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν

270χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,

271ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·

272μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι

273Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.

274ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·

275νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν

276Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,

277ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ

278μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν

279Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο

280τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.

281ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν

282καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς

283ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·

284ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας

285ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας

286οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα

287ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.

288ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς

289Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην

290δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας

291Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ

292ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.

293τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου

294πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·

295ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ

296πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,

297ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς

298αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν

299Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε

300κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ

301τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι

302θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν

303ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.

304Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·

305ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος

306τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν

307Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ

308οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,

309τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη

310αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·

311δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.

312Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν

313Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·

314ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς

315ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

316χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·

317Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς

318Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.

319ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν

320Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,

321Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν

322κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων

323Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς

324κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι

325κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·

326τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·

327Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε

328Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους

329κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε

330πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·

331ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι

332νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.

333ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα

334ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·

335Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων

336αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν

337Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.

338ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς

339Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·

340τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι

341Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.

342ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·

343οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.

344ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ

345υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.

346τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,

347στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,

348καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν

349ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,

350ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,

351καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.

352τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,

353ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·

354ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ

355ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.

356Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·

357οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει

358οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,

359ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.

360ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν

361δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον

362νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων

363καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,

364παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ

365ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.

366ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης

367οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·

368ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι

369ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.

370οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ

371εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ

372ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης

373γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο

374ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα

375πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον

376ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ

377ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην

378ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε

379Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο

380ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.

381τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων

382νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ

383ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.

384τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει

385ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ

386γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου

387χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν

388ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.

389ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην

390λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·

391δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι

392κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ

393πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·

394ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ

395εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς

396Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς

397νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει

398ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη

399τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·

400τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων

401ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι

402ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·

403πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων

404τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ

405τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν

406ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν

407ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·

408πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,

409ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.

410δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη

411μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.

412οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες

413νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·

414ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·

415ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι

416νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα

417πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη

418εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν

419ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.

420ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·

421ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι

422πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.

423ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.

424ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς

425χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·

426ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες

427κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο

428ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.

429ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς

430πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,

431πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·

432τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον

433ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,

434ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ

435ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,

436ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες

437οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι

438θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν

439ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη

440ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.

441μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,

442κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·

443ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι

444θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;

445ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;

446οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς

447πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.

448ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν

449Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.

450ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;

451σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,

452ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο

453νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω

454κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται

455δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·

456ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.

457τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε

458ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.

459τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου

460ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·

461ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,

462ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.

463ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·

464οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ

465ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.

466ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν

467Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·

468στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·

469Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν

470ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;

471οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ

472μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ

473αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.

474τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·

475Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος

476ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,

477εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος

478ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.

479ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα

480δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.

481ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας

482καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,

483Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,

484αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·

485Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων

486ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο

487ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·

488τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ

489σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ

490τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.

491ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.

492τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους

493αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.

494τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς

495ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς

496αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους

497νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι

498αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ

499ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·

500αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·

501Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,

502ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε

503Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,

504πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω

505νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν

506Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.

507ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·

508Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε

509ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι

510ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,

511νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·

512τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα

513Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.

514ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·

515ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.

516ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

517καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·

518ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,

519νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.

520ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ

521κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο

522ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,

523ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος

524νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.

525Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·

526ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·

527πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν

528οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη

529ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.

530καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην

531εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,

532οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·

533τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις

534Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,

535Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ

536κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

537τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·

538ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος

539κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.

540ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα

541θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν

542αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.

543ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη

544ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη

545οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς

546ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.

547ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ

548Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο

549ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων

550ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,

551ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν

552δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.

553πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα

554ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·

555εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·

556σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος

557ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον

558τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.

559ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.

560τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·

561Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη

562δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·

563τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν

564Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.

565ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει

566χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.

567ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,

568ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.

569ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,

570καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,

571ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο

572ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·

573τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,

574βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.

575ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος

576ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ

577δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·

578τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος

579ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·

580δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος

581νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.

582Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων

583Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων

584ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·

585τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·

586Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;

587οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε

588μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας

589νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον

590ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.

591ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,

592βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.

593καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν

594μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,

595ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,

596νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.

597πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.

598βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ

599ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις

600αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.

601Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ

602υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·

603τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ

604ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.

605Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα

606βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·

607ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν

608Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο

609δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·

610αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε

611Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·

612πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας

613ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,

614εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·

615καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,

616αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·

617τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας

618ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.

619ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.

620καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι

621κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·

622μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·

623γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.

624ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους

625νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.

626οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον

627Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.

628τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·

629ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι

630γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.

631τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ

632ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·

633ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.

634ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,

635ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ

636χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,

637οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν

638Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους

639σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.

640εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα

641Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι

642λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.

643ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·

644ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.

645Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,

646ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·

647ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.

648ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·

649αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,

650ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·

651καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·

652σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι

653ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,

654ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα

655εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.

656ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,

657βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,

658ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,

659οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι

660πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων

661ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες

662ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,

663καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·

664ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·

665ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος

666ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ

667ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.

668πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·

669Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε

670νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο

671μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι

672ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.

673ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,

674πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν

675ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,

676ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ

677θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ

678ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.

679ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ

680πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,

681εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.

682τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης

683θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,

684ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·

685Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι

686λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.

687ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα

688γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,

689νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν

690Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.

691ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν

692εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ

693γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.

694ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·

695δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε

696δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.

697ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,

698βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ

699Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.

700τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο

701Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.

702οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς

703τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν

704Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·

705ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,

706αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,

707στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·

708κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν

709ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω

710νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·

711οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.

712ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,

713ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ

714Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.

715τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·

716πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·

717ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα

718νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε

719νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ

720ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ

721μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.

722ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο

723ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε

724Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.

725ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ

726βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·

727ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,

728ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,

729ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.

730ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο

731νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·

732ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς

733σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη

734πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.

735ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο

736νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν

737ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν

738ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι

739ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.

740ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων

741ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·

742οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες

743ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν

744ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς

745τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·

746ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν

747Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ

748ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,

749ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα

750ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι

751πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·

752ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω

753Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα

754Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.

755τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν

756οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα

757κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,

758ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν

759οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.

760πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον

761φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.