The Greek Library Author

Homer

Ἰλιάς

Book 3

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 3

1αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,

2Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς

3ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·

4αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον

5κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων

6ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·

7ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.

8οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ

9ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.

10εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην

11ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,

12τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·

13ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς

14ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.

15οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

16Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς

17παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα

18καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ

19πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους

20ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.

21τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος

22ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,

23ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας

24εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα

25πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν

26σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·

27ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα

28ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·

29αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.

30τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς

31ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,

32ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.

33ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη

34οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,

35ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,

36ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων

37δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.

38τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·

39Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ

40αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·

41καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν

42ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.

43ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ

44φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν

45εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.

46ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι

47πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,

48μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες

49ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων

50πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,

51δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;

52οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;

53γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·

54οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης

55ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.

56ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη

57λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.

58τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·

59Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·

60αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς

61ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ

62νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·

63ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·

64μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·

65οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα

66ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·

67νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,

68ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,

69αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον

70συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·

71ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,

72κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·

73οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες

74ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων

75Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.

76ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,

77καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας

78μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.

79τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ

80ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·

81αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

82ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·

83στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.

84ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο

85ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·

86κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ

87μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.

88ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς

89τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,

90αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον

91οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.

92ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται

93κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·

94οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.

95ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·

96τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·

97κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει

98θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη

99Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε

100εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·

101ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται

102τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.

103οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,

104Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·

105ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ

106αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,

107μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.

108αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·

109οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω

110λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.

111ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε

112ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.

113καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,

114τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ

115πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·

116Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε

117καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·

118αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων

119νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν

120οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.

121Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν

122εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,

123τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων

124Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.

125τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε

126δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους

127Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

128οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·

129ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·

130δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι

131Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

132οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα

133ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·

134οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,

135ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.

136αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος

137μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·

138τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.

139ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ

140ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·

141αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν

142ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα

143οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,

144Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·

145αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.

146οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην

147Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος

148Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω

149ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,

150γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ

151ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην

152δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·

153τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.

154οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,

155ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·

156οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς

157τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·

158αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·

159ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,

160μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.

161ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·

162δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,

163ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·

164οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν

165οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·

166ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς

167ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.

168ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,

169καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,

170οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.

171τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·

172αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·

173ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο

174υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα

175παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.

176ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.

177τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·

178οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,

179ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·

180δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.

181ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·

182ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,

183ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.

184ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,

185ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους

186λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,

187οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·

188καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην

189ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·

190ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.

191δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·

192εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·

193μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,

194εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.

195τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,

196αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·

197ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,

198ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.

199τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·

200οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,

201ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης

202εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.

203τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·

204ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·

205ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς

206σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·

207τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,

208ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.

209ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν

210στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,

211ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·

212ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον

213ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,

214παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος

215οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.

216ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς

217στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,

218σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,

219ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·

220φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.

221ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη

222καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,

223οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·

224οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.

225τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·

226τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε

227ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;

228τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·

229οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·

230Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς

231ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.

232πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος

233οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.

234νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,

235οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·

236δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν

237Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα

238αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.

239ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,

240ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,

241νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν

242αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.

243ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα

244ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.

245κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ

246ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης

247ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν

248κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·

249ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·

250ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι

251Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων

252ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·

253αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος

254μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·

255τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·

256οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες

257ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται

258Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.

259ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους

260ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.

261ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·

262πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·

263τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.

264ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,

265ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν

266ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.

267ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

268ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ

269ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον

270μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.

271Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,

272ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,

273ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα

274κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.

275τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·

276Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,

277Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,

278καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας

279ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,

280ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·

281εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ

282αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,

283ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·

284εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,

285Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,

286τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,

287ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.

288εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες

289τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,

290αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς

291αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.

292ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·

293καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας

294θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.

295οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν

296ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.

297ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·

298Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι

299ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν

300ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος

301αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.

302ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.

303τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·

304κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·

305ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν

306ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι

307μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·

308Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι

309ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.

310ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,

311ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·

312πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.

313τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·

314Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς

315χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα

316κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,

317ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.

318λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,

319ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·

320Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

321ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,

322τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,

323ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.

324ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ

325ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.

326οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ

327ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·

328αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ

329δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.

330κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε

331καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·

332δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν

333οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.

334ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον

335χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·

336κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν

337ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·

338εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.

339ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.

340οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,

341ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο

342δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας

343Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.

344καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ

345σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.

346πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,

347καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,

348οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

349ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ

350Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·

351Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε

352δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,

353ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων

354ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.

355ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

356καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·

357διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,

358καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·

359ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα

360ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.

361Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον

362πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ

363τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.

364Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·

365Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·

366ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·

367νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος

368ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.

369ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,

370ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·

371ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,

372ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.

373καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,

374εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,

375ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·

376κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.

377τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς

378ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·

379αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων

380ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη

381ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,

382κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.

383αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε

384πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·

385χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,

386γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν

387εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ

388ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·

389τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·

390δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.

391κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι

392κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης

393ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ

394ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.

395ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·

396καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν

397στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,

398θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

399δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;

400ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων

401ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,

402εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·

403οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος

404νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,

405τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;

406ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,

407μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,

408ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,

409εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.

410κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·

411κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω

412πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.

413τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·

414μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,

415τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,

416μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ

417Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.

418ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,

419βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ

420σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.

421αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,

422ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,

423ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.

424τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη

425ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·

426ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο

427ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·

428ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι

429ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.

430ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου

431σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·

432ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον

433ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε

434παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ

435ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι

436ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.

437τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·

438μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·

439νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,

440κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.

441ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·

442οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,

443οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς

444ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,

445νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,

446ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.

447ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.

448τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,

449Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς

450εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.

451ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων

452δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·

453οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·

454ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.

455τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

456κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·

457νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,

458ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ

459ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,

460ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.

461ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.